Ancient Greek
P.Soter. 18
Documentary Papyri, P.Soter. 18
Not analysed yet
Σεντία Ἀσκλατάριον Σωτᾶι καὶ Διδυμίωνι γεωργοῖς χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὸ ἐκφόριον τοῦ διεληλυθότος ια ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου οὗ γεωργεῖτέ μου περὶ Θεαδέλφειαν κλήρου ἀρουρῶν δύο ἡμίσους ,ὑμῶν ὑπολελογηκότων τὰ σπέρματα τῆς τοῦ ἐνεστῶτος ιβ ἔτους κατασπορᾶς καὶ τὴν τοῦ κλήρου ἀρταβίαν καὶ ἣν προφέρεσθε μεμετρηκέναι εἰς τὸ δημόσιον ὑπὲρ πρώτου ἔτους ὑπὲρ τῶν αὐτῶν ἀρουρῶν πυροῦ μέτρωι δρόμωι ἀρτάβην α 𐅵πέμπτον, ὧν καὶ τὰ σύμβολα παρʼ ὑμῖν ἐστίν. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …κε Σεντία Ἀσκλατάριον ἀπέχω τὰ ἐκφόρια τοῦ διεληλυθότος ἑνδεκάτου ἔτους. …ρ…κ…