Ancient Greek
P.Soter. 19
Documentary Papyri, P.Soter. 19
Not analysed yet
Σεντία Ἀσκλατάριον μετὰ κυρίου Λουκίου Ἐγνατίου Κρίσπου Διδύμωι καὶ Σωτᾷ γεωργοῖς χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὸ ἐκφόριον τοῦ διεληλυθότος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου οὗ γεωργεῖτέ μου κλήρου περὶ κώμην Θεαδέλφειαν ὑπολογησάντων ὑμῶν τὴν ἀρταβίαν τοῦ αὐτοῦ δωδεκάτου ἔτους καὶ παρʼ ὑμῖν ὄντων τῶν σπερμάτων τῆς τοῦ ἐνεστῶτος ἔτους κατασπορᾶς. ἀπέχω δὲ καὶ τοὺς θαλλούς. Ἐγνάτιος Κρίσπος ἔγραψα καὶ ὑπὲρ τῆς Σεντίας βραδέα γραφούςης. ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …ϛ Σεντία ἀπέχω ὡς πρόκειται