Ancient Greek
P.Soter. 25
Documentary Papyri, P.Soter. 25
Not analysed yet
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου τριακάδι ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἀρτεμεῖς Ἀπολλωνίου ὡς ἐτῶν τριάκοντα τεσσάρων οὐλὴ χείλει τῶι ἄνω μέσωι μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Πτολεμαίου τοῦ Ἰσιδώρου ω῾ς ἐτῶν τεσσαράκοντα πέντε ἀσήμου Θαισαρίωι Χάρητος ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μεσόφρυσι μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Χάρητος τοῦ Σωτηρίχου ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ἀντικνημίωι ἀριστερῶι ἀπέχειν παρʼ αὐτῆς ἀργυρίου δραχμὰς διακοσίας καὶ πυροῦ ἀρτάβας τέσσαρες ἅπερ ὤφειλεν ὁ τῆς μὲν Θαισαρίου ἀνήρ, τοῦ δὲ Χάρητος πατὴρ Σωτήριχος Λύκου, ὃς τετελεύτηκεν, ἔτι περιὼν τῇ Ἀρτεμεῖτι καθʼ ὁμολογίαν τὴν διὰ τοῦ ἐν Πτολεμαίδι Εὐεργέτιδι γραφείου τελειωθεῖσαν τῶι πεντεκαιδεκάτῳ ἔτει Δομιτιανοῦ μηνὶ Νέωι Σεβαστῶι τετράδι, ἐν αἷς εἰσιν ἐπʼ ἐνοικήσει τοῦ ὑπάρχοντος τῶι Σωτηρίχωι οἰκιδίου καὶ αὐλυδρίου ἀργυρίου δραχμαὶ ἑκατὸν ,τὴν δὲ δηλουμένην καὶ λελυμένην ὁμολογίαν ἀναδεδωκέναι τὴν Ἀρτεμεῖν τῇ Θαισαρίωι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μηδὲ τὴν Ἀρτεμεῖν μηδὲ τοὺς παρʼ αὐτῆς ἐνκαλεῖν μηδʼ ἐγκαλέσειν τῆι Θαισαρίωι μηδὲ τοῖς παρʼ αὐτῆς μήτε περὶ ὧν ἀπέσχηκεν καθότι πρόκειται μηδὲ περὶ ἑτέρου ἁπλῶς πράγματος ἐνγράπτου μηδʼ ἀγράφου ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. ὑπογραφεὺς τῆς Ἀρτεμεῖτος καὶ τοῦ ἐπιγραφέντος αὐτῆς κυρίου Ὡρείων Ὡρείωνος, ἐτῶν κη, οὐλὴ χειρὶ ἀριστερᾷ. Ἀρτεμεῖς Ἀπολλωνίου μετὰ κυρίου τοῦ συνγενοῦς Πτολεμαίου τοῦ Ἰσιδώρου ὁμολογῶ ἀπέχειν παρὰ Θαισαρίου τῆς Χάρητος ἀργυρίου δραχμὰς διακοσίας καὶ πυροῦ ἀρτάβας τέσσαρες ἅπερ ὤφειλέ μοι ὁ γενόμενοςκαὶ τετελευτηκὼς τῆς Θαισαρίου ἀνὴρ Σωτήριχος Λύκου καθʼ ὁμολογίαν ἣν καὶ ἀναδέδωκα αὐτῆι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν, καὶ μηδὲν ἐνκαλεῖν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῆς Ὡρίων Ὡρίωνος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Θαισάριον Χάρητος μετὰ κυρίου τοῦ υἱοῦ Χάρητος τοῦ Σωτηρίχου γέγονʼ εἴς με ἡ ἀποχὴ καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῆς Ἰσίων Ἡρ… ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Καισαρείου λ ἀναγέγραπται διὰ τοῦ ἐν Θεαδελφείᾳ γραφείου. ὁμολογία Ἀρτεμεῖτος πρὸς Θαισάριον ἀποχῆς.