Ancient Greek
P.Soter. 24
Documentary Papyri, P.Soter. 24
Not analysed yet
ἀντίγραφον διαγραφῆς ἀπὸ τῆς πλησίον τοῦ Ἑρμαίου Θέωνος τραπέζης. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Σεβαστοῦ κα. Θαισᾶς Χάρητος μετὰ κυρίου τοῦ υἱοῦ Λύκου τοῦ Σωτηρίχου Ἰσιδώρᾳ Ἡρακλείδου μετὰ κυρίου τοῦ υἱοῦ Ἡλιοδώρου τοῦ Μάρωνος ἀπέχειν αὐτὴν παρὰ τῆς Θαισᾶτος τὰς συμπεφωνημένας αὐτὴν λαβεῖν, ἀνθʼ ὧν ὤφειλε αὐτῇ σὺν τῶι γεναμένῳ καὶ τετελευτηκότι αὐτῆς ἀνδρὶ ὄντι τοῦ Λύκου πατρὶ Σωτηρίχῳ κατʼ ἐνγράπτους ἀσφαλείας, ἃς καὶ ἀναδέδωκε αὐτῇ ἡ Ἰσιδώρα εἰς ἀθέτησιν καὶ ἀκύρωσιν, ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμῶν διακοσίων καὶ πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι ἐννέα ,μεθʼ ἃς ἑκουσίως ἡ Ἰσιδώρα ἐχαρίσατο αὐτῇ τὰς συμπεφωνημένας λοιπὰς ἀργυρίου δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ, καὶ οὐδὲν ἡ Ἰσιδώρα τῇ Θαισᾷ οὐδὲ τῶι Σωτηρίχωι οὐδὲ τοῖς παρʼ αὐτῶν ἐγκαλεῖ περὶ οὐδενὸς ἁπλῶς ἐνγράπτου ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας. Ἰσιδώρα Ἡρακλείδου μετὰ κυρίου τοῦ υἱοῦ Ἡλιοδώρου τοῦ Μάρωνος ἀπέχω παρὰ τῆς Θαισᾶτος τὰς συμπεφωνημένας με λαβεῖν ἀνθʼ ὧν ὤφειλέ μοι σὺν τῶι γενομένωι καὶ τετελευτηκότι αὐτῆς ἀνδρὶ Σωτηρίχῳ κατʼ ἐνγράπτους ἀσφαλείας ἃς καὶ ἀναδέδωκα αὐτῇ εἰς ἀκύρωσιν, ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμῶν διακοσίων καὶ πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι ἐννέα ,μεθʼ ἃς ἑκουσίως ἐχαρισάμην τὰς λοιπὰς συμπεφωνημένας ἀργυρίου δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ, καὶ οὐδὲν αὐτῆι οὐδὲ τοῖς τέκνοις ἐγκαλῶ περὶ οὐδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας, καθὼς πρόκειται. Ἡλιόδωρος ἔγραψα καὶ ὑπὲρ τῆς μητρὸς μου μὴ εἰδυίης γράμματα.