Ancient Greek
P.Soter. 4
Documentary Papyri, P.Soter. 4
Not analysed yet
Σαμβᾶι Μύσθου παρὰ Σωτηρίχου Λύκου Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ κατὰ τὸ ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον τῆς καρπωνείας τοῦ ὑπάρχοντός σοι περὶ Θεαδέλφιαν φοινικῶνος ἀρούρης μιᾶς ἡμίσους ἢ ὅσων ἐὰν ἦι ἐπʼ ἔτη ἕξ ,καρποὺς ἕξ ,ἀπὸ τῶν τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἐσομένων, ἐκπιπτόντων δὲ …ἐξενίαυτα καρπῶν, τὸ δὲ ἔδαφος ἐπὶ τὰ αὐτὰ ἔτη ἕξ ἀπὸ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους εἰς σπορὰν ὧν ἐὰν αἱρώμεθα πλὴν πυροῦ καὶ κνήκου, φόρου τοῦ παντὸς τῆς ἐπιβαλλούσης μοι ἡμισείας κατʼ ἔτος ἀργυρίου δραχμῶν πεντήκοντα καὶ ἐξαιρέτων κατʼ ἔτος σφυρίδος ἀρταβιαίας καὶ ἑτέρας ἀποτρίπτου λευκοφύλλων πενταπλόκων ἐκθέτων, ὄντων σοῦ τοῦ Σαμβᾶ κατʼ ἔτος ἐν ὅλωι τῶι φοινικῶνι φοινίκων ἐνκάρπων ἐπʼ ἐγλογῇ τεσσάρων καὶ ἐκ κοινοῦ τῶν ὅλων φοινικικῶν καρπῶν ὁμοίως κατʼ ἔτος φοίνικος ξηροῦ ἐπʼ ἐγλογῇ ἀρταβῶν δύο μέτρῳ δρόμωι· καὶ ἐπιτελέσω ἐγὼ μὲν ὁ Σωτήριχος μόνος τοῦ ὅλου φοινικῶνος τὰς διακαθάρσεις καὶ κατωχείας καὶ κατασπασμοὺς καὶ δικρανισμούς, ἀμφότεροι δὲ ἐγώ τε ὁ Σωτήριχος καὶ σὺ ὁ Σαβῖνος τοῦ ἐδάφους κατʼ ἔτος τοὺς ὑποσχισμοὺς καὶ ἐπικοπὰς καὶ κατὰ μῆνα ποτισμοὺς τρεῖς ἐξ ἀπαντλητοῦ, καὶ δώσομεν εἰς ἀναβολὴν τοῦ ὑποδοχείου κατʼ ἔτος ἕκαστος ἡμῶν ἐργάτας δύο . τὸν δὲ φόρον ἀποδώσω ἐν ἀναφοραῖς ἰσομερέσι δυσὶ ἐξενίαυτα Φαῶφι καὶ μηνὶ Νέωι Σεβαστῶι ἐφʼ ὧι ἀμφότεροι ὁμοίως ἐγώ τε καὶ σὺ επ…ν…τι… αν τῆς ἐν τῶι φοινικῶνι δείσης καθαρ… ἐντὸς πλαστῆς περιεχόμενον μέρος ᾗ ἔχεις ἄμῃ καὶ πλ…κ… ἕξεις συ κυκλόθεν …χοινι… ενος …καθάρσεως τοῦ φοινικῶνος ὅλου τῶν τε βάεων καὶ φύλλων καὶ σεβενίων ὄντων ἐμοῦ τοῦ Σωτηρίχου, ἐξ ὧν ἕξεις εἰς καῦσιν ἰδίαν …α… ἐὰν φαίνηται μισθῶσαί μοι ἐπὶ τούτοις …