Ancient Greek
P.Soter. 5
Documentary Papyri, P.Soter. 5
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ ἐννεακαιδεκάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἁρμιῦσις Ἀφροδισίου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν …οντα δύο οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς Σωτηρίχωι Λύκου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἐπικεχωρηκέναι αὐτῶι εἰς τὸ ἐνεστὸς τεσσαρεσκαιδέκατον ἔτος ἐν οἷς γεωργεῖ ὁ Ἁρμιῦσις περὶ Θεαδέλφίαν δημοσίοις ἐδάφεσι ἐν τῇ Τελεβῆς λεγομένηι ἄρουραν μίαν ἥμισυ τέταρτον ἐν μιᾷ σφραγῖδι ἢ ὅσαι ἐὰν ὦσι εἰς χόρτου κοπήν, τοῦ Σωτηρίχου χορηγοῦντος σπέρματα καὶ σπορέα, τῶν δὲ γεωργικῶν ἔργων πάντων καὶ ποτισμῶν ὄντων πρὸς τὸν ὁμολογοῦντα, καὶ ἀπέχειν τὸν αὐτὸν ὁμολογοῦντα Ἁρμιῦσιν παρὰ τοῦ Σωτηρίχου τὴν συνπεφωνημένην πρὸς ἀλλήλους τιμὴν καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα πάσῃ βεβαιώσει. ἡ συνγραφὴ κυρία. Ἁρμιῦσις Ἀφροδισίου Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἐπικεχωρηκέναι Σωτηρίχῳ τὴν προδεδηλωμένην γῆν ἄρουραν μίαν ἥμισυ τέταρτον 𐅵δ καὶ ἀπέχω τὴν τιμὴν καὶ βεβαιώσω καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Καρίων Ἡρακλείδου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Σωτήριχος Λύκου γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ …ανου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ ιθ ἀναγέγραπται διὰ τοῦ ἐν Θεαδελφίᾳ γραφείου ὁμολογία …