Ancient Greek
P.Soter. 6
Documentary Papyri, P.Soter. 6
Not analysed yet
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ὀγδόῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσι Σαμβᾶς Μύσθου ὡς ἐτῶν …δύο οὐλὴ ἀντικνημίωι δεξιῶι καὶ Ἥρων Ἀφροδισίου ὡς ἐτῶν τεσσεράκοντα …νενος τῇ ὁράσει Σωτηρίχωι Λύκου ὡς ἐτῶν τεσσεράκοντα πέντε οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς, ἀπέχειν παρʼ αὐτοῦ τὸν φόρον καὶ τὰ ἐξαίρετα οὗ ἔχει αὐτῶν περὶ τὴν προκειμένην κώμην Θεαδέλφειαν ἐν μισθώσει φοινικῶνος, τοῦ διεληλυθότος ἑβδόμου ἔτους ἐκπεπτωκότα εἰς τὸ ἐνεστὸς ὄγδοον ἔτος καὶ μηδὲν αὐτῶι ἐνκαλεῖν, μενούσης κυρίας τῆς τοῦ φοινικῶνος μισθώσεως ἐφʼ οἷς περιέχει πᾶσι. ἡ συγγραφὴ κυρία. Σαμβᾶς Μύσθου καὶ Ἥρων Ἀφροδισίου οἱ δύο ὁμολογοῦμεν ἀπέχειν παρὰ Σωτηρίχου τὸν φόρον καὶ τὰ ἐξαίρετα οὗ ἔχει ἐν μισθώσει ἡμῶν περὶ Θεαδέλφιαν φοινικῶνος τοῦ διεληλυθότος ἑβδόμου ἔτους καὶ μηδὲν αὐτῷ ἐγκαλεῖν μενούσης κυρίας τῆς τοῦ φοινικῶνος μισθώσεως καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Σαραπίων Θεογείτονος διὰ τὸ μὴ εἰδέναι γράμματα. Σωτήριχος Λύκου …