Ancient Greek
P.Stras. 1 2
Documentary Papyri, P.Stras. 1 2
Not analysed yet
Αὐρηλίᾳ Τισόιτι τῇ καὶ Εὐδαιμονίδι Ἑρμείνου διὰ τοῦ υἱοῦ μου Αὐρηλίου …τοῦ καὶ Διογένους Ἑρμοῦ υἱοῦ Διογένους κοσμητεύσαντος Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς παρὰ Αὐρηλίου Φιβᾶ Πατῶτος υἱοῦ Ἑρμοῦ ἀπὸ Ἀχιλλέως ἐποικίου. βούλομαι μισθώσασθαι παρά σου ἐπʼ ἔτη δ ἀπὸ τοῦ εἰσιόντος β ἔτους Μάρκου Ὀπελλίου Σεουήρου Μακρίνου Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας σοι περὶ Ποιμένων ἐκ τοῦ Νικοστράτου κλήρου ἐν δυσὶ κοίταις ἀποτακτοῦ ἀρούρας ἑπτὰ εἰς κατάθεσιν χορτασμάτων καὶ μετρήσω ἐν τῷ β ἔτει πυροῦ ἀρτάβας δέκα πέντε καὶ ἀργυρίου δραχμὰς ἑκατὸν καὶ ἐν τῷ ἔτει φόρου ἀποτακτοῦ πυροῦ ἀρτάβας δέκα ἥμισυ καὶ δραχμὰς ὀγδοήκοντα καὶ τὴν λοιπὴν διετίαν κατὰ τὸν αὐτὸν τρόπον, τὸν μὲν πυρὸν νέον καθαρὸν ἄδολον ἄβολον ἄκριθον κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ τοῦ σοῦ καθαρίζοντος καὶ μετροῦντος ἐφʼ ἁλώνων τοῦ προκειμένου ἐποικίου· τὸν μὲν ἀργύριον δόκιμον ἀποδώσω καὶ μετρήσω τὸν πυρὸν ἐν τῷ Παῦνι καὶ Ἐπεὶφ μησὶ ἐκτὸς τῶν σιτικῶν γνησίων ὄντων πρὸς ἐμὲ τὸν γεωργὸν ἀφαιρουμένων ἀπὸ τοῦ αὐτοῦ ἐκφορίου καὶ δώσω μισθωτικοῦ οἴνου κεράμιον ἕν, γίνεται κεράμιον α. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου Σεουήρου Μακρίνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ …φιβᾶς Πατῶτος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Κάστωρ Παμήους ἐπηκολούθηκα.