Ancient Greek
P.Stras. 1 4
Documentary Papyri, P.Stras. 1 4
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους ἐνάτου Μεχεὶρ ἐννεακαιδεκάτῃ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος. Αὐρηλίαις Ἀμαλλεὲτ καὶ Ἡραίδι ὁμογνησίαις ἀδελφαῖς θέσει θυγατράσι τοῦ τῆς εὐλαβοῦς μνήμης Ἀνουβίωνος παρὰ Αὐρηλίου Θεοδοσίου Πέτρου ἑξῆς ὑπογράφοντος ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Θεοδόσιος ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρʼ ὑμῶν ἐφʼ ὅσον διακατέχω χρόνον λογιζόμενον ἀπὸ νεομηνίας τοῦ εἰσιόντος μηνὸς Φαμενὼθ τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος τὸ ὑπάρχον ὑμῖν ἥμισυ τέταρτον μέρος οἰκίας ὁλοκλήρου οἵας ἐστὶν διαθέσεως μετὰ παντὸς τοῦ καθʼ οἷον δήποτε αὐτῆς τρόπον χρηστηρίου καὶ δικαίου συμβολικοῦ τε καὶ αὐτομάτου καὶ πάσης τῆς καθόλου αὐτῆς περιοχῆς διακειμένης ἐπὶ ταύτης τῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως ἀπηλιώτου πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν ἐνοικείου τοῦ αὐτοῦ ἡμίσους τετάρτου μέρους καθʼ ἕκαστον ἐνιαυτὸν χρυσοῦ κερατίων εἴκοσι ἓν ζυγῷ δημοσίῳ, γίνεται χρυσοῦ κεράτια κα, καὶ τὸ ἐνοίκιον ἀποδώσω ὑμῖν πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως, καὶ μεθʼ ὃν βούλεσθε χρόνον ἔχειν, παραδώσω ὑμῖν τοῦτο τὸ αὐτὸ ἥμισυ τέταρτον μέρος τῆς προειρημένης οἰκίας σὺν θύραις καὶ κλεισὶ καὶ παντὶ δικαίῳ, ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θεοδόσιος Πέτρου ἀπὸ Ἑρμοῦ πόλεως ὁ προγεγραμμένος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Κῦρος Πρόκλου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἀλοίως …χ…ιος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Φλαύιος Φαήριος Πινουτίωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου . διʼ ἐμοῦ Μηνᾶ συμβολαιογράφου Μεχεὶρ ιθ ἰνδικτίονος ιδ ἐγράφη.