Ancient Greek
40.1 to 40.44
Documentary Papyri, P.Stras. 1 40.1-44
Not analysed yet
χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου Θὼθ τριακάδι ἰνδικτίονος δευτέρας ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Φλαουίῳ Φοιβάμμωνι τῷ λαμπροτάτῳ καὶ σοφωτάτῳ σχολαστικῷ καὶ συνηγόρῳ φόρου Θηβαίδος, υἱῷ τοῦ τῆς μακαρίας καὶ περιβλέπτου μνήνης Θωμᾶ κόμετος γεουχοῦντι κατὰ ταύτην τὴν Ἀντινοέων πόλιν παρὰ Αὐρηλίου Κολλούθου υἱοῦ Βίκτορος ἀπὸ Θμουνκρήκεως τῆς κώμης τοῦ Ἀνταιοπολίτου νομοῦ γενομένου …τῆς λαμπροτάτης Ἀντινοέων πόλεως καὶ βουλομένου ἑδραῖον φαμιλιάριον ἐκστῆσαι ἑαυτὸν τῷ φιλανθρώπῳ ὑμῶν οἴκῳ διὰ τῆς παρούσης μισθωτικῆς ἐγγράφου ὁμολογίας ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις μετʼ ἐγγυητοῦ αὐτοῦ ἐμοῦ Αὐρηλίου Κολλούθου Σεργίου ἐκ μητρὸς Διονυσίας κτήτορος ὁρμωμένου μὲν ἀπὸ τῆς αὐτῆς κώμης Θμουνκρήκεως, καταμένοντος δὲ πρὸ πολλοῦ ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων πόλεως, τοῦ καὶ ἐγγυωμένου καὶ ἀναδεχομένου τὸ πρόσωπον καὶ τὴν πᾶσαν πίστιν καὶ γνώμην καὶ προαίρεσιν καὶ βεβαίωσιν πρὸς ἀσφάλειαν τῆς παρούσης μισθωτικῆς ὁμολογίας κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς παντοίας μου καὶ αὐτοῦ τοῦ πρωτοτύπου ὑποστάσεως ὑποκειμένης εἰς ἀποπλήρωσιν πάντων τῶν ἐφεξῆς δηλουμένων συμφώρων ἀπαραβάτως χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Κολλοῦθος Βίκτορος φαμιλιάριος ἑδραῖος κατάδουλος παῖς διὰ ταύτης μου τῆς ἐγγράφου μισθωτικῆς ὁμολογίας μετʼ ἐγγυητοῦ ἐμοῦ Αὐρηλίου Κολλούθου Σεργίου κτήτορος παρόντος καὶ ἀναδεχομένου ἐπὶ πᾶσι τοῖς ἐμφερομένοις αὐτῷ κεφαλαίοις τε καὶ ὁμολογήμασι τὸ πρόσωπον τοῦ πρωτοτύπου τῆς μονῆς καὶ τῆς ἐμφανείας καὶ τῆς αὐτοῦ ἐλευθερίας δίχα παντοίας μέμψεως καὶ καταγνώσεως καὶ ῥαδιουργίας, ἐφʼ ᾧ αὐτὸν παραμεῖναι τῇ ὑμετέρᾳ λαμπρᾷ σοφίᾳ καὶ προσεδρεύειν καθαρῶς καὶ ἀδόλως καὶ ε… καὶ ταῖς ἡμερίαις χρείαις γνησίως καὶ ἐνδιαρκῶς καὶ πᾶσαν ἐπείξασθαι δουλικῇ αὐτῇ ὑπηρεσίαν εἴτε ἐπʼ ἀλλοδαπῆς γῆς, εἴτε κατʼ οἶκον ἀόκνως καὶ ἀκαταφρονήτως καὶ μηδαμῶς ἀποστῆναι τῆς δουλικῆς αὐτοῦ προστασίας καταλαμβανόμενον ἐπὶ τετραετῆ χρόνον λογιζόμενον ἀπὸ νεομηνίας τοῦ εἰσιόντος μηνὸς Φαῶφι τῆς ἀρτίως ἐλαυνομένης δευτέρας ἐπινεμήσεως καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου κατʼ ἔτος μέχρι περαιώσεως τοῦ αὐτοῦ τετραετοῦς χρόνου, ἐμοῦ τοῦ ἐγγυητοῦ αὐτοῦ ἑτοίμως ἔχοντος παρασκευάζειν τὸν αὐτὸν πρωτότυπον συνευνοιεῖν καὶ συνευγνωμονεῖν ὑμῖν ἐν ἅπασι τοῖς προσταχθησομένοις καὶ ἐμπιστευθησομένοις αὐτῷ μεθʼ ὑπερτάτης ἀρετῆς καὶ ὑπακοῆς ἐν πᾶσι τοῖς ὀφελίμοις ἔργοις τε καὶ λόγοις ἀκαταγνώστως καὶ ἀποκαταστῆσαι ὑμῖν πάντα ἀβλαβῶς καὶ ἐκτελέσαι τὰ τῆς ὑμετέρας κελεύσεως δίχα κλοπῆς καὶ ἀποφυγῆς, μέντοι γε ἀπολαμβάνοντα παρʼ ὑμῶν λόγῳ μὲν