Ancient Greek
40.45 to 40.54
Documentary Papyri, P.Stras. 1 40.45-54
Not analysed yet
μισθοῦ ἤτοι διαρίου κατʼ ἔτος σίτου ἀρτάβας δέκα μικρῷ μέτρῳ δοχικῷ, ὑπὲρ βεστίου δὲ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια πέντε καὶ κριθῆς τῷ αὐτῷ μέτρῳ ἀρτάβας τέσσαρας καὶ ἐλαίου ξέστας δώδεκα καὶ οἴνου κνίδια τετρακαιείκοσι ,ἅπαντα τὰ κατʼ ἔτος, καὶ τὰ ἐξ ἔθους διδόμενα λεπτὰ ει… καὶ ἑορτικὰ καὶ τρυγητικὰ κατὰ μίμησιν πάντων τῶν παρακεχωρηθέντων τῷ ἐνοίκῳ …χάριτός σου, καὶ ὁμολογῶ πάντα προδιωμολογημένα σύμφωνα εἰς πέρας ἄξαι ἤγουν ἐν διπλῇ ποσότητι ταῦτα ἀποκαταστῆσαι ὑμῖν μεθʼ ὑγιοῦς τῆς πίστεως …ἀποπληροῦσθαι καὶ ἐνέχεσθαι τῇ αὐ…ε… καὶ προσεδρείᾳ …ἐκτίσει ἢ ὁ ὑπὲρ αὐτοῦ χρυσοῦ νομίσματα δώδεκα …ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα.