Ancient Greek
p.stras 1 49
Documentary Papyri, P.Stras. 1 49
Not analysed yet
……Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους εἰκοστοῦ πέμπτου Φαμενὼθ εἰκοστοῦ πρώτου. τῷ δημοσίῳ λόγῳ διὰ σοῦ Φιλήμωνος ἀρχιυπηρέτου τῆς Ἀντινοέων πόλεως …ἀπό τῆς Ἀντινοέων πόλεως. ὁμολογῶ ὀμνὺς τὸν φρικωδέστατον ὅρκον ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρʼ ὑμῖν …χοιρομάγειρον, ἐφʼ ᾧ αὐτὸν εἶναι ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων πόλεως ἐκτελοῦντα τὴν τῶν χοιρομαγείρων χρείαν ἀμέμπτως καὶ ἀκαταφρονήτως ποιεῖσθαι ἀπὸ τῆς ἁγίας ἀναστάσεως τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἕως τῆς παραλήμψεως τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἰνδικτίονος καὶ μηδαμῶς …Ἀντινοέων πόλεως …ὁμολογῶ ὀμνὺς τὸν φρικωδέστατον ὅρκον ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρʼ ὑμῖν Αὐρήλιον Θεόδωρον …ἀπὸ τῆς Ἀντινοέων πόλεως ἐκτελοῦντα τὴν τῶν χοιρομαγείρων χρείαν ἀμέμπτως καὶ ἀκαταφρονήτως ποιεῖσθαι ἀκαταγνώστως ἀπὸ τῆς ἁγίας ἀναστάσεως τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἕως τῆς παραλήμψεως τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἰνδικτίονος καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι. ἐὰν δὲ ἀπολειφθείη, καὶ τοῦτον ζητούμενον …καὶ παραδώσω σοι ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς …