Ancient Greek
p.stras 1 50
Documentary Papyri, P.Stras. 1 50
Not analysed yet
αὐτον ἀπολείπεσθαι, ἐὰν δὲ ἀπολειφθείη, καὶ τοῦτον ζητούμενον …κω καὶ παραδώσω σοι ἐν δημοσίῳ τόπῳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ ἁγίας κυριακῆς …ε ἀπράκτου ἡμέρας· ἐγὼ αὐτὸς ὁ τούτου ἐγγυητὴς παρασχεῖν σοι ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ νόμισμα α, ὃ καὶ παρέλυσα. ἐγγύη κυρία καὶ βεβαία καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ν…σσ…ιος Πινούτιος ὁ προκείμενος ἐγγυῶμαι Κολλοῦθον κ…ν εἰς ταύτην τὴν ἐγγύην ὡς πρόκειται. Αὐρηλίος Στέφανος Ὥρου ωο…η ἀπὸ Ἀντινοέων πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . διʼ ἐμοῦ Κοσμᾶ συμβολαιογράφου ἐγράφη νόμισμα α, ὃ καὶ παρέλυσα. ἡ ἐγγύη κυρία καὶ βεβαία καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα …Πινουτίωνος ε…ομ ὁ προκείμενος ἐγγυῶμαι …Ἀναστάσιον χοιρομάγειρον καὶ …εἰς ταύτην τὴν ἐγγύην ὡς πρόκειται . διʼ ἐμοῦ Κοσμᾶ συμβολαιογράφου ἐγράφη