Ancient Greek
P.Stras. 1 6
Documentary Papyri, P.Stras. 1 6
Not analysed yet
ἔτους δευτέρου τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστῶν, Μεχὶρ ιγ. κατέβαλον εἰς τὸν Ἀντωνίου Φιλοξένου τοῦ κρατίστου λόγον διὰ Αὐρηλίου Ἀλεξάνδρου χειριστοῦ κληρονόμοι Ἀβοῦτος Ὀννώφρεως ἀπὸ φόρου προβάτων καὶ ἀρνίων ἀκολούθως τῇ ἐκθέσει θε…ε…ι διὰ Κάστορος παιδαρίου δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ. καὶ τῇ ιε δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. καὶ Φαμενὼθ ιε διὰ Κάστορος παιδαρίου ἑκατόν, γίνονται δραχμαὶ ρ. καὶ Φαρμοῦθι κθ διὰ Ἡρωνείνου φροντιστοῦ δραχμὰς ἑκατόν, γίνονται δραχμαὶ ρ. καὶ Παχὼν β δραχμὰς πεντήκοντα, γίνονται δραχμαὶ ν. καὶ τῇ ιγ δραχμὰς τετρακοσίας, γίνονται δραχμαὶ υ. καὶ γ ἔτους …δραχμας χιλίας, γίνονται δραχμαὶ Α. καὶ Παχὼν α… δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. καὶ Παῦ- νι κβ δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. καὶ Ἐπεὶφ δ δραχμὰς τριακοσίας ἐνενήκοντα ἕξ, γίνονται δραχμαὶ τϙϛ. καὶ δ ἔτους τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορηλίου Οὐαλεριανοῦ Σεβαστῶν Ἁθὺρ λ δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ Φαμενὼθ κ δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. καὶ Φαρμοῦθι λ δραχμὰς ὀκτακοσίας, γίνονται δραχμαὶ ω. καὶ ε ἔτους Φαῶφι ιδ δραχμὰς ἑπτακοσίας, γίνονται δραχμαὶ ψ. καὶ Ἁθὺρ β δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ. καὶ Φαμενὼθ κϛ δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α καὶ ϛ ἔτους Θὼθ …θ δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ Φαμενὼθ θ δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ ζ ἔτους Θὼθ ιη δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ Φαμενὼθ λ δραχμὰς χιλίας γίνονται δραχμαὶ Α. ἔτους πρώτου Αὐτοκρατόρων Καισάρων Τίτου Φουλβίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλβίου Ἰουνίου Κυιήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Φαῶφι δ. κατέβαλον εἰς τὸν Ἀντωνίου Φιλοξένου τοῦ κρατίστου λόγον διὰ Αὐρηλίου Ἀλεξάνδρου χειριστοῦ κληρονόμοι Ἀβοῦτος Ὀννώφρεως ἀπὸ φόρου προβάτων διὰ Νειλάμμωνος ποιμένος δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ Φαμενὼθ κζ δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α. καὶ β ἔτους Ἁθὺρ γ δραχμὰς χιλίας, γίνονται δραχμαὶ Α.