Ancient Greek
P.Stras. 1 5
Documentary Papyri, P.Stras. 1 5
Not analysed yet
…Ἑρμοπολίτου διʼ Αὐρηλίου Καλλιστράτου διαδόχου …ασίνῳ ὑπηρέτῃ …Ἀλαβαστρίνης ἐν…νου ἀντιγράφου α… κέλευσις τοῦ λαμπροτάτου ἡγεμόνος Αὐρηλίου Θεοδότου. —ἐπιστέλλεταί σοι ἀγαγεῖν τοὺς ἐνγεγραμμένους εἰς τὸ τὸ …ο πληρωθῆναι. —…Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ —Θὼθ ι. …Καλλιστράτου διαδόχου …φθάσας κατέφυγον ἐπὶ τὸ μέγεθος τοῦ λαμπροτάτου Θεοδότου ἡγεμόνος. ἐνέτυχον διʼ ὑπομνημάτων οὐ μόνον ἀλλὰ καὶ διʼ ἐπιστολῆς κεχρονισμένης εἰς τὸ θ ἔτος τοῦ κυρίου …δὲ τοῦ ὑπομνήματος· ἔτους θ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Μεσορὴ κα. ἐν Ἑρμουπόλει μικρᾷ πρὸ βήματος. Ἕρμων ἔναρχος ἀρχιδικαστὴς ῥήτωρ εἷπεν· …Ἀλαβαστρείνῃ τοῦ Ἑρμοπολείτου νομοῦ. κληθέντος καὶ ὑπακούσαντος εἶπεν· ἀνάξια τῆς ὑπὸ σοῦ πᾶσιν ἡμῖν πρυτανευομένης εἰρήνης ὁ πρεσβύτης παθὼν ἐπὶ τὸ σὸν …αι εἰς τοῦτο ἡλικίας ἥκων πέπονθεν βίαν παρὰ πάντας τοὺς νόμους, γῆν μὲν γὰρ γεωργεῖν οὐσιακήν, ἀλλὰ καὶ ἀπὸ τῆς διοικήσεως ἑτέραν ἐπρίατο καὶ ὁ ἀν… πολλάκις τῆς γῆς ταύτης ποταμοφορήτου γενομένης ὅμως αὐτός, ἐπειδήπερ ἐκ παλαιοῦ χρόνου τὴν γεωργίαν ἐνπιστευθεὶς ἐτύγχανεν, τοὺς φόρους καταβέβληκεν καὶ …ταβουλαρίῳ ἔσχεν ἐπιδιακονεῖν παρʼ ἕκαστα ἐπανῃρημένος, καὶ δὴ τούτου ἐνστάντος τοῦ καιροῦ πάλιν κατὰ τὸ ἔθος τὸ ἑαυτοῦ τῆς γῆς ἐπιμέλειαν πεποίηται καὶ …καρπούς, ἀλλὰ ἔφοδον αὐτῷ πεποίηνται καταφρονήσαντες τῆς ἡλικίας τοῦ ἀνδρὸς Κάνωπος Ἀνουβᾶτος καὶ Ἁργώθης Σιλβανοῦ καὶ Πειῶμις καὶ Ἁσιῆς Παχυ… καταστάσεις ἐνσυνλαβόμενοι τοὺς καρποὺς ἥρπασαν τοὺς μέλλοντας τῷ ἱερωτάτῳ ταμείῳ· ἀπὸ τῶν καρπῶν καὶ τοὺς φόρους τελεῖσθαι καὶ τῇ ἐπιτροπῇ καὶ τῶν …πάντα χρόνον γεωργεῖν. ἀλλὰ οὐχ ἡσυχάσαμεν, βιβλία ἐπιδεδώκαμεν τῷ στρατηγῷ αὐτὰ ταῦτα μαρτυρόμενοι, οἱ δὲ ἐδεήθησαν ἴσα ποιήσασθαι, ὥστε καὶ ἡμῶν παραγ… ἀπολογησομένους πρὸς τὰ ἀεὶ αἰρόμενα αὑτοῖς καὶ τὴν ἁρπαγὴν τὴν τῶν καρπῶν. οἱ δὲ μετὰ ταῦτα καὶ τὰ θρέμματα καὶ τὰ τετράποδα τὰ ἡμέτερα ἀφήρπασαν, ὅσα εἴχομεν …ἤ τι δεῖ λέγειν ἀνάστατον τὸν πρεσβύτην πεποίηνται. δὶα τοῦτο ἐπὶ σὲ καταφεύγει καὶ τοὺς νόμους, καὶ ὃ δεῖται τοῦτό ἐστιν· ὥστε ἐπιστεῖλαί σε τοῖς εἰρηνάρχαις …τῷ πρεσβύτῃ καὶ τῷ οὐσιακῷ λόγῳ ἢ εἰ ἐπιμένοιεν ἐκεῖνοι ἀπονοίᾳ χρώμενοι εἰς τὸ σὸν δικαστήριον παραπέμψαι, ὧν παρὰ τοὺς νόμους ἔπραξαν καὶ ὧν …Θεόδοτος ἔπαρχος Αἰγύπτου εἶπεν· ἐπιστελῶ τῷ στρατηγῷ καὶ τοῖς εἰρηνάρχαις, ὥστε, εἴ τι πρὸς βίαν ἐλήμφθη, τοῦτο ἀποκατασταθῇ τὴν ταχίστην …τὸ πρᾶγμα ἀναπέμπειν …π…ς ἐπὶ τὸ ἐμὸν δικαστήριον. ὅθεν φανερά σοι ἐποίησα εἰς τὸ τὰ ἀκόλουθα πραχθῆναι καὶ ἐπιστεῖλαί σε τοῖς τοῦ νομοῦ εἰρηνάρχοις …εθὲν τὰ δίκαια ἀπολαβεῖν. διευτύχει. ἔτους ι Αὐτοκράτορος Καίσαρος Πουβλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ