Ancient Greek
P.Stras. 2 103
Documentary Papyri, P.Stras. 2 103
Not analysed yet
Ἀγαθοκλῆς Ἑρμίαι χαίρειν τοῦ παρὰ Δίωνος ἐκλογίσματος ὑπόκειταί σοι τὸ ἀντίγραφον. χρημάτισον οὖν αὐτῶι ὥστε τοῖς ἐν τῶι ἐν Τεχθὼ φρουρίωι στρατιώταις, οὓς καὶ ἠριθμήκαμεν, ὃ διασαφεῖ καθήκειν ὀψώνιον Ἁθὺρ τοῦ ιβ ἔτους Μακεδονικοῦ καὶ ξενικοῦ χαλκοῦ Βυλ, ἀλλαγῆς οε πεντώβολον, γραμματικοῦ ιγ τριώβολον, γίνονται χαλκοῦ Βφιθ διώβολον, καὶ σύμβολον ποίησαι πρὸς αὐτόν. ἔρρωσο. ἔτους ιβ, Ἁθὺρ κθ. Δίων Ἀγαθοκλεῖ χαίρειν. χρημάτισον εἰς Ἁθὺρ τοῦ ιβ ἔτους ὥστε τοῖς ἐν τῶι ἐν Τεχθὼ φρουρίωι στρατιώταις τὸ γινόμενον ὀψώνιον τοῦ μηνὸς Ἁθὺρ Μακεδονικοῦ καὶ ξενικοῦ Βχνε, ἀλλαγῆς πβ πεντώβολον, γραμματικοῦ ιδ πεντώβολον, τὰς πάσας χαλκοῦ σὺν ἀλλαγῆι Βψνα, γίνονται Βψνα. ἔτους ιβ, Ἁθὺρ κβ. Ἀγαθοκλῆς· χρημάτισον τὰς δισχιλίας πεντακοσίας δέκα ἐννέα διώβολον δραχμάς, καθότι προγέγραπται, γίνονται Βφιθ διώβολον. Τεχθώ ἔτους ιβ, Ἁθὺρ λ. Ἀγαθοκλῆς ὀψώνιον τοῖς ἐν Τεχθὼ εἰς Ἁθὺρ. Ἡρακλεοπολίτου Ἑρμίαι.