Ancient Greek
P.Stras. 2 104
Documentary Papyri, P.Stras. 2 104
Not analysed yet
Θέων Ἑρμίαι χαίρειν. κατακολουθήσας τοῖς ἐπεσταλμένοις ὑπὸ Ἀγαθοκλέους τοῦ παρὰ Πρωτάρχου τοῦ ἐπιμελητοῦ χρημάτισον Δίωνι γραμματεῖ ὥστε τοῖς ἐν τῶι ἐν Τεχθὼ φρουρίωι στρατιώταις, οἷς γράφει ὁ Ἀγαθοκλῆς ἠριθμηκέναι, εἰς Ἁθὺρ τοῦ ιβ ἔτους χαλκοῦ δισχιλίας πεντακοσίας δέκα ἐννέα διώβολον, γίνονται χαλκοῦ Βφιθ διώβολον, καὶ σύμβολον ποίησαι πρὸς αὐτόν. ἔρρωσο. ἔτους ιβ, Ἁθὺρ κθ. Θέων· χρημάτισον, καθότι προγέγραπται, χαλκοῦ δραχμὰς δισχιλίας πεντακοσίας δέκα ἐννέα διώβολον, γίνονται χαλκοῦ Βφιθ διώβολον ἔτους ιβ, Ἁθὺρ κθ. …