Ancient Greek
P.Stras. 2 105
Documentary Papyri, P.Stras. 2 105
Not analysed yet
Πρώταρχος Ἑρμίαι χαίρειν. εἰς τὴν γινομένην ἡμῖν σύνταξιν χρημάτισον Δίσκωι ὥστε τοῖς ἐκ τοῦ ἐπιστολογραφίου γραμματεῦσιν ὀψώνιον τοῦ Ἁθὺρ χαλκοῦ δραχμὰς Γω, καὶ Ἡρακλείδει τῶι πρὸς τοῖς ὑπομνήμασιν, εἰς αὑτὸν καὶ ὑπογραφέα, χαλκοῦ δραχμὰς ων, καὶ …ωι καὶ Σαραπίωνι τοῖς πρὸς τοῖς …ροις χαλκοῦ δραχμὰς Α, τὰς πάσας χαλκοῦ δραχμὰς πεντακισχιλίας ἑξακοσίας πεντήκοντα, γίνονται χαλκοῦ δραχμαὶ Εχν, καὶ σύμβολον ποίησαι πρὸς αὐτούς. Ἀριστόβουλος Πετε…η ἔρρωσο. ἔτους ιβ, Ἁθὺρ ϛ. Πρώταρχος χρημάτισον τὰς πεντακισχιλίας ἑξακοσίας πεντήκοντα, δραχμὰς Εχν, καθότι προγέγραπται. τραπεζίτηι ἔτους αθὺρ ζ Πρώταρχος ὀψώνιον ἐπιστολογράφοις Ἑρμίαι. Ἡρακλεοπολίτου εἰς Ἁθὺρ …γίνονται η.