Ancient Greek
P.Stras. 3 142
Documentary Papyri, P.Stras. 3 142
Not analysed yet
ὑπατείας Τατιανοῦ τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Συμμάχου τοῦ λαμπροτάτου Φαῶφι ιη ε ἰνδικτίονος. Αὐρηλία Ἀλλοῦς Ὀννωφρίου μετὰ συνεστώσης αὐτῆς μητρὸς Αὐρηλίας Ἀπίνας ἀπὸ κώμης Νέστου τοῦ Ἀρσινοίτου νομοῦ Αὐρηλίῳ Ἠλίᾳ Ἀριστωνος ἀπὸ κώμης Ὀννιτῶν τοῦ αὐτοῦ νομοῦ. ἐπειδὴ ἐγὼ Ἀλλοῦς συνεβιωσάμην σοι Ἠλίᾳ ἐπί τινα χρόνον, ἔδοξεν δὲ ἔκ τινος προφάσεως πονηροῦ δαίμονος ἐπῆλθεν τῆς πρὸς ἀλλήρους συμβιώσεως ἀπαλλαχθέντα ἀναχωρεῖν, κατὰ τοῦτο ὁμολογῶ ἐγὼ Ἀλλοῦς μηδένα λόγον ἔχειν πρὸς σὲ Ἠλίαν περὶ τῆς συμβιώσεως ἢ ἑτέρου τινὸς ἐνγράφου ἢ ἀγράφου ὀφειλήματος ἢ ἀπαιτήματος ἐνκλήματος ζητήματος εἰσάπαξ ἁπλῶς τὸ σύνολον, καὶ ἐξουσίαν σε Ἠλίαν ἔχειν ἑτέρῳ γάμῳ συνελθεῖν ἀνεγκλήτου σοῦ ὄντος περὶ τούτου, καὶ ἔσται …περίλυσις καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Ἀλλοῦς ἡ προκιμένη μετὰ συνεστώσης αὐτῆς μητρὸς Ἀπίνας ἐξεδόμην. …ας Ἀμφίωνι …γεγραμμένη …πρὸς ταῦτα …ἀγραμμάτων περίλυσις Ἀλλοῦτος Ὀννωφρίου …