Ancient Greek
P.Stras. 3 143
Documentary Papyri, P.Stras. 3 143
Not analysed yet
ὁμολογεῖ Ἡρακλείδης ……ὡς ἐτῶν ἑξήκοντα οὐλὴ …ποδὶ δεξιῷ Λουκίῳ Αὐρηλίῳ Ποσιδωνίῳ εὐθηνιάρχῃ ἀγορανομήσαντι βουλευτῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει διὰ Ὡρίωνος φροντιστοῦ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα Ἡρακλείδην παρὰ τοῦ Ποσιδωνίου χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς ἑξήκοντα ὀκτὼ τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα ἕκαστον καὶ ἐν γένει πυροῦ ἀρτάβας δύο καὶ κριθῆς ἀρτάβην μίαν ἃς καὶ ἐπάναγκον ἀποδώσει ὁ Ἡρακλείδης τῷ Ποσιδωνίῳ ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως, γινομένης τῆς πράξεως τῷ Ποσιδωνίῳ ἔκ τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. Ἡρακλείδης ὡς ἐτῶν ξ οὐλὴ ἀντικνημίῳ δεξιῷ