Ancient Greek
P.Stras. 3 144
Documentary Papyri, P.Stras. 3 144
Not analysed yet
…υ …ριτου …υπο …ι …υ…ου …ς …ου Αὐρήλιος …α…ων Κοπρέου τοῦ καὶ Ἀμφίονος …ο …του Αὐρηλίᾳ Ταπουῶνι Ἀμμων…της …ν… μετὰ συνεστῶτος Αὐρηλίου Ἑρμοδώρου Διοσκόρου ἀπὸ τῆς αὐτῆς πόλεως …ὁμολογῶ ἑκουσίως πεπρακέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι περὶ Τισεῖχιν ἐκ τοῦ …κλήρου ἀπὸ κατοικικῆς ἀρούρης μιᾶς γῆς κατοικικῆς ἀναιτήτου ἀρούρης ἥμισυ ,ὅπερ παραδώσω κατʼ ἀγρὸν σπόριμον πλῆρες τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὸν ἀπὸ βασιλικῆς καὶ παντὸς εἴδους ἁπλῶς, οὗ γείτονες βορρᾶ Ἑρμείνου τοῦ καὶ Διδύμου …χων νότου καὶ ἀπηλιώτου κληρονομίας Ἀχιλλέως Ἀχιλλ…ριου κλήρου, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου δραχμῶν δισχιλίων γίνονται ἀργυρίου δραχμαὶ Β …ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους, καὶ εἶναι περὶ σὲ καὶ τοὺς παρὰ σοῦ τὴν τοῦ πεπραμένου ὡς πρόκειται κατοικικοῦ ἀρούρης ἡμίσους κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον καὶ καρπουμένους καὶ διαμισθοῦντας καὶ ἀποφερομένους τὰ ἐξ αὐτοῦ κατʼ ἔτος γενήματα καὶ περιεσόμενα πάντα εἰς τὸ ἴδιον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον, τῶν τούτου δημοσίων καὶ ἐπιμερισμῶν πάντων τῶν μὲν ἔμπροσθεν χρόνων μέχρι τοῦ διελθόντος α ἔτους καὶ αὐτοῦ τοῦ α ἔτους ὄντων πρὸς ἐμὲ τὸν πωλοῦντα τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος β ἔτους ὄντων πρὸς σὲ τὴν ὠνουμένην, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι, καὶ μὴ ἐπελεύσεσθαί με μηδὲ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ σὲ τὴν ὠνουμένην μηδὲ ἐπὶ τοὺς παρὰ σοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῇ ὠνουμένῃ ἢ τοῖς παρὰ σοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακεχωρισμένη ἣν καὶ δισσήν σοι ἐξεδόμην καθαρὰν ἀπὸ ἐπιγραφῆς καὶ χαράξεως, καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει …καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου Καίσαρος Σεβαστῶν Φαῶφι ιϛ Αὐρήλιος Ἐρ…ς ὁ καὶ Μελίτων ἔγραψα τ… Αὐρήλιος …ων Κοπρέου τοῦ καὶ Ἀμφίονος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαίωσα ὡς πρόκειται καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσ…εσι…