Ancient Greek
P.Stras. 3 153
Documentary Papyri, P.Stras. 3 153
Not analysed yet
……Αὐρήλιοι Κάστωρ ἀγορ …καὶ Σερηνίων …ος ἀμφότεροι δεκάπρωτοι …καὶ η τοπαρχίας Ἡρακλείδου μερίδος. ἐμετρήθησαν ἡμῖν ἐφʼ ὅρμου Ἄλσους μητροπόλεως μέτρῳ δημοσίῳ ξυστῷ σὺν μέρει ἑκατοστῇ μιᾷ ἡμίσει ὑπὲρ γενήματος τοῦ διεληλυθότος θ ἔτους ὑπὲρ ἰδιωτικῆς κώμης Ψύων Πτολεμαίου εὐθηνιαρχήσαντος διὰ Δίου πρυταν …ου πυροῦ ἀρτάβαι δέκα ὀκτὼ ἥμισυ γίγνονται πυροῦ ἀρτάβαι ιη 𐅵. Αὐρήλιος Σερηνίων βουλευτὴς σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας δέκα ὀκτὼ ἥμισυ ὡς πρόκειται. Αυρήλιος Κάστωρ ἀγο βουλευτὴς ἐκμετρητὴς γυ συνμεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας δέκα ὀκτὼ ἥμισυ ὡς πρόκειται.