Ancient Greek
P.Stras. 3 154
Documentary Papyri, P.Stras. 3 154
Not analysed yet
…τους Παῦλον τὸν διάκονα αὐτῶν ὃν σὺ γινώσκεις ἠθέλησαν αὐτὸν εἶναι ἀπαιτητὴν ἀννώνης παρὰ τὴν νομοθεσίαν τῶν βασιλέων ἣν καὶ σὺ εὖ κατανοεῖς· σπούδασον οὖν, ἄδελφε, ποιῆσαι αὐτὸν ἔχειν τὸ ἀνενόχλητον ὅπως εὕρῃ σχολὴν τῇ λειτουργίᾳ αὐτοῦ· ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις Ἀμμωνίῳ