Ancient Greek
P.Stras. 4 180
Documentary Papyri, P.Stras. 4 180
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἑρμοδώρῳ ἱερεῖ χαίρειν καὶ πρὸ τούτου τὸ μὲν ἐδήλωσα τῇ σῇ εὐγενείᾳ ὅτι ἐλθὼν εὗρον τὴν γῆν μου πᾶσαν μὴ σπαρεῖσαν καὶ ἐξ ἀνάγκης παρέμεινα ἐν τῇ κώμῃ ἵνα καὶ ἂν ᾡδήποτε παρῇ διὰ τὰ ἀπαραίτητα δημόσια. γράφω σοι οὖν κύριέ μου ἄδελφε ἵνα σκύλῃς πρὸς Ἀππιανὸν καὶ τὴν προαίρεσίν μου αὐτῷ ἀντιλέξαι περὶ ὧν δέδωκεν ὑπὲρ ἐμοῦ ὅτι οὐδὲν ἀπόλλω ἐὰν σὺν θεῷ σχολάσω ἀπὸ τοῦ ἔργου τῆς κατασπορᾶς τοῦ καιροῦ προκόψαντος· συνέτυχον γὰρ αὐτῷ ἐν τῷ ἐποικίῳ αὐτοῦ καὶ ταῦτα αὐτὰ αὐτῷ εἶπον τοῦ ἀνασχέσθαι ἕως ἂν ἐκβῶ τοῦ ἐργοῦ· οὐ γὰρ προθεσμία δουλεύει τὰ τῆς ἀποδόσεως παρ… …καὶ πάντως ἀπ… …α…ιου ε …δελ… Ἀππιανῷ ἕως ἂν ἔλθω. ……αη… τοῦτό μοι κατόρθωσον ἐπι… κυρίῳ μου ἀδελφῷ