Ancient Greek
P.Stras. 4 181
Documentary Papyri, P.Stras. 4 181
Not analysed yet
Ἡλιοδώρῳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Λοκρητίου Λοκρητίου δημοσίου γεωργοῦ κώμης Εὐημερίας. Ἡρωνᾶς Οὔθου καὶ τὰ τούτου τέκνα δύο καὶ Ἡρωνᾶς Ὀρσέως προβατοκτηνοτρόφοι τῆς αὐτῆς κώμης ἐπαφῆκαν τὰ ἑαυτῶν πρόβατα εἰς ἣν ἔχω κριθὴν ἐπικειμένην καὶ κατέφαγον ἐξ ὅλων τὸν ἐπικείμενον τῆς κριθῆς καρπόν. διὸ ἐπιδίδωμι καὶ ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπὶ σε ὅπως τύχω τῆς ἀπὸ σοῦ βοηθείας διευτύχει Λοκρήτιος ἐτῶν ξε οὐλὴ ἀντίχειρι ἀριστερῷ ἔτους ϛ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἐπεὶφ ι