Ancient Greek
P.Stras. 4 193
Documentary Papyri, P.Stras. 4 193
Not analysed yet
Ἀπολλῶς Ὡρίωνι τῶι φιλτάτωι χαίρειν πάντῃ πάντως λαβὼν τὸ ἐπιστόλιον εὐθέως κάτελθε ποτίσων τὸ κληρίον πρὶν ἢ τὸ ὕδωρ σταθῇ ἐν διώρυγι· ἐπεὶ προ… σπέρματα βάλλε …χομεν πρὸ τοῦ ὕδατος ἐὰν γὰρ α… μὴ κατελθεῖν εὐθέως, αὔριον οὐχ εὑρίσκεις ἐν τῆι διώρυγι ὕδωρ· μὴ σὺ ἄλλως ποιήσῃς καὶ καταλείψῃς τὰς ἓξ ἀρούρας εἰς ἄσπορον ἀλλὰ ἐλθὲ χάριν τῶν σπερμάτων ἔρρωσο ἔτους ιγ Ἁδριανοῦ τοῦ κυρίου Χοίαχ κα Ὡρίωνι ἀπὸ Ἀπολλῶτος