Ancient Greek
P.Stras. 4 194
Documentary Papyri, P.Stras. 4 194
Not analysed yet
…ταύτης τῆς διαλύσεως κελεύει διδόναι τῷ ἐμμένοντι μέρει λόγῳ καταδίκης χρυσοῦ νομισμάτια δώδεκα εὔσταθμα πρὸς τῷ καὶ μετὰ τὴν τούτων καταβολὴν ἐρρῶσθαι ταύτην πανταχοῦ προφερομένην ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς εἰς ἀσφάλειαν καὶ σύστασιν καὶ βεβαίωσιν καὶ ὀχύρωσιν ταύτης· ἐντεῦθεν ἤδη ὑπέθεντο ἀλλήλοις πάντα αὐτοῖς τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα πράγματα καθάπερ ἐκ δίκης καὶ εἰς τοῦτο ἐπερωτηθέντες ὡμολόγησαν . Αὐρήλιος Θεόδωρος Παυλίου ὁ προγεγραμμένος ἐθέμην ταύτην ὡς πρόκειται Αὐρήλιος Κολλοῦθος Παπνουθίου ἀπὸ Ἑρμοῦ πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Μαριανὸς Ωρ… σὺν θέῳ νοτάριος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων Αὐρήλιος Θευδόσιος Μηνοδώρου ἀπὸ Ἑρμοπόλεως μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων . διʼ ἐμοῦ Κολλούθου σὺν θεῷ συμβολαιογράφου. …υσις Τεκλ ἀπὸ Ἑρμουπόλεως εισομα Εὖς Βίκτορος