Ancient Greek
P.Stras. 4 203
Documentary Papyri, P.Stras. 4 203
Not analysed yet
……ο… ἀρτάβης μιᾶς ὀγδόης ἐκκαιδεκάτης μέτρῳ δρόμωι τετραχοινίκωι ὧν καὶ τὴν ἀμφοτέρων ἀπόδοσιν ποιησάσθω Ὀρσενούφις τῶι Ἀφροδισίωι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας . ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἀποτισάτω παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων γεινομένης τῶι Ἀφροδισίῳ τῆς πράξεως ἔκ τε τοῦ Ὀρσενούφεως …