Ancient Greek
P.Stras. 4 204
Documentary Papyri, P.Stras. 4 204
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ …διὰ τῆς Διδύμου κεκοσμητευκότος τραπέζης Φρέμει Ἄνχαφις Στοτοήτεως Ἑρμῆτι Ἡρακλείδου τοῦ Εὐρήμονος ἀπὸ ἀμφόδου Λυσανίου τόπων ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ χειρός δεξιῷ καὶ ὁ τούτου υἱὸς Μέλας ὡς ἐτῶν κγ οὐλὴ μετώπῳ μέσῳ τοῖς δυσὶ ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ἔχειν αὐτοὺς παρὰ τοῦ Ἀνχάφιος χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτὼ γίνονται δραχμαὶ μη τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσουσι ἐξ ἀλληλεγγύης ἐν τῷ Ἁδριανῷ μηνὶ τοῦ ἐνεστῶτος ἔτους τῆς πράξεως οὔσης τῷ Ἀνχάφι ἔκ τε τῶν περὶ τοῦ Ἑρμῆτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. …