Ancient Greek
P.Stras. 4 209
Documentary Papyri, P.Stras. 4 209
Not analysed yet
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἁδριανῷ δ ἀπὸ τῆς Παλαμήδους τοῦ Ὀννώφρεως τραπέζης Διονυσιάδος Διδύμη ἡ καὶ Διογενίς …δου ἀστὴ διʼ Ἀγχώφεως τοῦ Στοτοήτιος φροντιστοῦ Σωτηρίχῳ Ὀννώφρεως ἀπὸ κώμης Διονυσιάδος ἐτῶν ξε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς καὶ Τιθοήτι …ους μητρὸς Ταυσίρεως ἐτῶν μ οὐλὴ …ἀριστερῷ τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς ἀλληλένγυοι εἰς ἔκτισιν ἔχειν αὐτοὺς παρὰ τοῦ Ἀγχώφεως ἐκ τοῦ τῆς Διδύμης …ἀργυρίου δραχμὰς ἑκατὸν ἓξ ἃς καὶ ἀποδώσουσι ἐξ ἀλληλενγύης τῷ Ἀγχώφει ἢ τῇ Διδύμῃ ἐν μηνὶ Παχὼν τοῦ ἐνεστῶτος ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας.