Ancient Greek
P.Stras. 4 210
Documentary Papyri, P.Stras. 4 210
Not analysed yet
Τιβερίωι Κλαυδίωι Ἑρμίᾳ στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτεως τοῦ Ἀπύγχεως τῶν καταγεινομένων ἐν κώμῃ Σεβεννύτωι τῆς αὐτῆς μερίδος ἐλαιουργοῦ. ἔτι ἀπὸ τῆς κβ τοῦ Δομιτιανοῦ μηνὸς τοῦ ἐνεστῶτος ἔτους ὁ σὺν ἐμοὶ ἐργαζόμενος ἐπὶ παραμονῇ ἐργάτης Ἀγχορίμφις Μύσθου ἐν ὧι ἔχω ἐλαιουργίωι ἐν μισθώσει ἐν τῇ προκειμένῃ κώμηι τῆς Δορυφοριανῆς οὐσίας ἔφυγε εἰς ἀγνοουμένους τόπους καὶ ἔπειτα ὀφείλων μοι κατὰ παραμονὴν α…ους π… καιον ὅτι …ρη…εντος τη… …α…