Ancient Greek
P.Stras. 4 256
Documentary Papyri, P.Stras. 4 256
Not analysed yet
Ἑρμαῖος Ἑρμαίου τῶν ἀπὸ Σελιλάεως …καὶ Ακκει… Ἀρτέμωνος Ἑρμοπολίτῃ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς πεντήκοντα τρεῖς διώβολον γίνονται δραχμαὶ νγ διώβολον ἃς καὶ ἀποδώσω σοι τῷ εἰσιόντι μηνὶ Φαμενὼτ δεκάτῃ τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ …τῆς πράξεώς σοι οὔσης τε καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης τό τε χειρόγραφον τοῦτο κύριον ἔστω πάντῃ ἐπιφερόμενον καὶ παντὶ τῷ ἐπιφέροντι ὡς ἐν δημοσίῳ κατακείμενον. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχὶρ κθ Ἑρμαῖος Ἑρμαίου ὁ καὶ τὸ σῶμα γράψας ἔσχον τὰς τοῦ ἀργυρίου δραχμὰς νγ διώβολον καὶ ἀποδώσω καθὼς πρόκειται. πες δραχ νγ ὀβολ 2