Ancient Greek
P.Stras. 4 257
Documentary Papyri, P.Stras. 4 257
Not analysed yet
Νωρβανῶι τῷ καὶ Σερήνῳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδος· παρὰ Θεμπεστώκεως Πετεσούχου μητρὸς Τασουχαρίου ἀπὸ κώμης Τεπτύνεως Πολέμωνος μερίδος μετὰ κυρίου τοῦ υἱοῦ Πτολεμαίου Παθώτου καὶ Ἥρωνος Ὀρσενούφεως. ὑπάρχει μοι ἐν τῇ αὐτῇ κώμῃ οἰκία καὶ αἴθριον καὶ αὐλὴ ἐν ᾗ κατοικῶ καὶ ἀπογράφομαι ἐμαυτήν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ι ἔτους Σεουήρου καὶ Ἀντωνίνου τῶν κυρίων Σεβαστῶν καὶ ἱερωτάτου Καίσαρος Σεβαστοῦ κατʼ οἰκίαν ἀπογραφὴν· ἀπεγραψάμην καὶ εἰμὶ Θενπετεσοῦχος ἡ προγεγραμμένη ὡς ἐτῶν νθ καὶ …μμένον μου υἱὸν Πτολεμαῖον ἐτῶν λγ καὶ Τωλ… τὴν καὶ Ἑλληδόρην ἀπάτορα ἐτῶν νδ καὶ τὴν τοῦ Πτολεμαίου γυναῖκα Τασοῦ Ὡρίωνος μητρὸς Θαυβαρίου ἐτῶν με καὶ ἐξ ἀμφοτέρων θυγατέρα Πτολλοῦν γενηθεῖσαν τῶι ἐνεστῶτι ια ἔτους καὶ τῆς Θενπετεσούχου δούλην ἐκ Τύχης Θερμοῦθιν ἐτῶν η καὶ ἐν τῇ κώμῃ ἄλλην οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν καὶ ἐν κώμῃ Κερκεσήφει τρίτον μέρος οἰκίας καὶ αὐλῆς …τόπῳ ψιλῷ …ω… μου Πτολε…