Ancient Greek
P.Stras. 4 259
Documentary Papyri, P.Stras. 4 259
Not analysed yet
…Δῖος Πανέρωτι τῶι φιλτάτωι χαίρειν. ὡς ἐνετειλάμην σοι περὶ τῶν τριῶν τρίτου ἀρουρῶν ὧν καὶ τὸν κλῆρόν σοι ἐπέδωκα γενοῦ ἐπὶ τὴν αὐτοψίαν μετὰ τῶν πρός σε τεινομένων ὅπως ἢ ἐκμισθώσῃς ἢ ὃ ἐὰν ἐπιδεύηται πράξῃς εἰς τὸ μὴ …εἰς ἄσπορον ἐκτραπῆναι τὴν γῆν· ὧν δʼ ἂν χρείαν ἔχῃς σπερμάτων καὶ δαπανῶν ἐν ταχείᾳ …πέμψαι· προηγουμένως …τοιη ᾔτησας ἐκμισθῶσαι. ἐρρῶσθαι σε εὔχομαι.