Ancient Greek
P.Stras. 4 258
Documentary Papyri, P.Stras. 4 258
Not analysed yet
……μης …νι βασιλικῆς καὶ οὐσιακῆς καὶ προσοδικῆς γῆς ἀπὸ πεδίων Ἀργιάδος τῆς Θεμίστου μερίδος ἐπὶ τὸ αὐτὸ ἀρούρας δέκα δύο ἢ ὅσαι ἐὰν ὦσι, ἐκφορίου κατʼ ἔτος σὺν αἷς λημψόμεθα τὰ ὑπὲρ αὐτῶν ἐκ δημοσίου σπέρματα τοῦ παντὸς …ἀρταβῶν τριάκοντα ἓξ καὶ τοῦ αἱρουμένου ἐν ταῖς ἀρούραις κυάμου ἀνυπολόγων καὶ ἀκινδύνων, οὐ διαλείψοντες τὴν …καὶ τὰ καθήκοντα ἔργα ἐπιτελέσομεν ἐκ τοῦ ἰδίου σπείροντες τὰς ἀρούρας οἷς ἐὰν αἱρώμεθα τὸ δὲ προκίμενον ἐκφόριον καὶ τὸν κύαμον μετρήσομεν ἐν Παῦνι τοῖς τῆς κώμης Ἀργιάδος σιτολόγοις μέτρῳ δημοσίῳ …