Ancient Greek
P.Stras. 4 279
Documentary Papyri, P.Stras. 4 279
Not analysed yet
…εὐτεκνίᾳ μὴ μήνυσας …ἐγραψάμην …ου ἠγαπημένου ……ειδ… …τρ…μενο… …λ… ἐαθῆναι ἄχρι καιροῦ. καταξιωσάτω τοίνυν ἡ ὑμετέρα εὐδοκίμησις ἀκροάσασθαι τῶν λεγομένων παρὰ τοῦ γραμματηφόρου μισθωτοῦ τοῦ ἁγίου …παθόντος οὐ μ… παρὰ τῶν ποιμένων τοῦ λαμπροτάτου καὶ ψευδοτυράννου ἐνωχ… καὶ ἀκριβῶς ταῦτα καταλαβεῖν ὀφείλοντα ἐαθῆναι ἕως τοῦ καιροῦ τῆς γυμνασίας αὐτῶν οὐδὲν π… κατέχων τὸν χρόνον αὐτοῦ τότε μεῖζον πάντων. προσκυνῶ καὶ ἀσπάζομαι τὴν ὑμετέραν ποθεινότητα μετὰ πάντων τῶν σὺν αὐτῇ φιλτάτων, ἐξαιρέτως δὲ τὴν εὐγενεστάτην αὐτῆς ἀδελφὴν μετὰ τῷ θαυμασιωτάτῳ αὐτῆς ἀνδρὶ καὶ εὔχομαι ὑμῖν τὰ βέλτιστα καὶ ἐξ ἐμοῦ προσκυνήσετε τὸν θεοσεβέστατον καὶ μακρόγηρον κοινὸν πατέρα τὸν ἄββα Χαρίσιον οὐ μὴν δὲ ἀλλὰ καὶ τοὺς λαμπροτάτους νυμφίους μετὰ τῶν εὐγενεστάτων αὐτῶν νυμφῶν.