Ancient Greek
P.Stras. 1 20
Documentary Papyri, P.Stras. 4 280
Not analysed yet
…Αὐρήλιοι Γελάσιος καὶ ὡς χρηματίζει καὶ Εὖς Πελαίου γενομένου βουλευτοῦ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης εἰδυῖα γράμματα συνεστῶτος …Αὐρηλίου Σιλβανοῦ τοῦ καὶ Ἀγαθοῦ Δαίμονος γυμνασιαρχήσαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀλλήλοις χαίρειν. ἐγκεκλήκαμεν ἀλλήλοις διὰ βιβλιδίων παρὰ τε τῷ …παρὰ τοῖς ἀξιολογωτάτοις ἐνάρχοις στρατηγοῖς οὐ μὴν ἀλλὰ …παρὰ τοῖς αὐτοῖς στρατηγοῖς ἀγράφως πρὸς ἀλλήλους καὶ …ους λεχθέντα ἐκέλευσαν ὁμοίως ἀγράφως διαιτη… ταῦτα χρησάμενοι καὶ παρατιθεμένων αὐτοῖς ὑφʼ ἡ… δίκας μηκέτι λέγειν ἀλλὰ φιλίᾳ μᾶλλον τὰς …στάσεις διαλύσασθαι καὶ ἐπὶ τούτοις ὁμολογοῦμεν …παρειληφέναι τὰ ἑαυτῶν καὶ μὴ ἐγκαλεῖν ἀλλή…λλους ὑπὲρ ἡμῶν ἡμῖν μηδὲ τοῖς παρʼ ἀλλήλων περὶ μηδένος πράγματος ἢ ἀκρίτου ἢ κεκριμένου μηδὲ περὶ ἄλλου …ἐπὶ τῷ μηδένα λόγον ἔχειν ἡμᾶς κατʼ οὐδένα τρόπον …τὴν ἐνεστῶσαν ἡμέραν ἐπὶ τὸν ἅπαντα χρόνον …εἰς τὸ …καὶ μὴ προσχρήσασθαι ἡμᾶς τοῖς ἐπιδοθεῖσι ὑπὸ ἑκατέρου με…οι …βιβλιδίοις. ἡ ἀνεγκλησία κυρία δισσὴ γραφεῖσα ὁμότυπος εἰς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι μοναχὴν καὶ ἀντεπερωτηθέντες ὑπʼ ἀλλήλων ὡμολογήσαμεν· ἔτους γ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Γουνθικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ἐπαγομένων γ. Αὐρήλιος Γελάσιος καὶ ὡς χρηματίζω …οὐδὲ ἐνκαλέσω ὡς πρόκιται. Αὐρηλία Εὖς συνεπιδώσω οὐδὲν ἐγκαλέσω ὡς πρόκιται. Αὐρήλιος Σιλβανὸς ὁ προκείμενος παρίστημι ὡς πρόκειται.