Ancient Greek
P.Stras. 5 470
Documentary Papyri, P.Stras. 5 470
Not analysed yet
ὑπατείας Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τὸ β …πέμπτης ἰνδικτίονος …τῇ ἁγίᾳ καθολικῇ καὶ ἀρχαίᾳ ἐκκλησίᾳ καλουμένῃ Ἀναστασίας τῆς Ἑρμουπολιτῶν …διὰ …Φοιβάμμωνος υἱοῦ Ἀπολλῶτος ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου ……μητρὸς Μ…ς προκουράτορος ἑξῆς ὑπογράφοντος ἀπὸ τῆς αὐτῆς …Ἑρμουπολιτῶν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἐπὶ …χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῶν ὄντων ἐν ἀγροῖς τῆς σὺν Θεῷ εὐτυχοῦς εἰσιούσης ἕκτης ἰνδικτίονος καὶ αὐτῆς τὴν ὑπάρχουσαν τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ ἄρουραν μίαν …διακειμένην ἐν τῷ ἀπηλιώτῃ τῆς αὐτῆς φόρου ταύτης κατʼ ἔτος …ἀρταβῶν ἓξ ἡμίσεως ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον …