Ancient Greek
P.Stras. 4 273
Documentary Papyri, P.Stras. 5 471
Not analysed yet
ὑπατείας Φλαουίων Πατρικίου τοῦ λαμπροτάτου στρατηγοῦ καὶ Ὑπατίου τοῦ λαμπροτάτου …Χοιὰκ ἑβδόμῃ ἐνάτης ἰνδικτίονος τῇ ἁγίᾳ καθολικῇ καὶ ἀρχαίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ τῆς Ἑρμουπολιτῶν καλουμένῃ Ἀναστασίας διὰ …εὐλαβεστάτου πρεσβυτέρου καὶ οἰκονόμου παρὰ Αὐρηλίου …ος Ταυρίνου μητρὸς Εὐρυτίας ἀπὸ κώμης Σ…ρ… τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐλαβείας πρὸς μόνον ἐνιαυτὸν ἕνα λογιζόμενον ἀπὸ τοῦ ὄντος μηνὸς Χοιὰκ τῆς παρούσης ἐνάτης ἰνδικτίονος τὴν ὑπάρχουσαν τῷ δικαίῳ τῆς προειρημένης ἁγίας ἐκκλησίας οἰκίαν …παρὲξ κοιτῶνος τ… σὺν καταγαίῳ καὶ αὐλῇ καὶ …διακειμένην ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου …λιβὸς ἐκ νότου τῆς αὐτῆς πόλεως πρὸς οἴκησίν μου καὶ χρῆσιν, ἐνοικείου ταύτης κατʼ ἔτος …ὅπερ ἐνοίκειον …ἀποδώσω τῇ σῇ εὐλαβείᾳ …