Ancient Greek
P.Stras. 5 471 bis
Documentary Papyri, P.Stras. 5 471bis
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Κεθήνου τοῦ λαμπροτάτου Ἐπεὶφ κβ ιδ ἰνδικτίονος τῷ δικαίῳ τῆς ἁγίας ἐκκλησίας τῆς Ἑρμουπολιτῶν καλουμένης Ἀναστασίας διὰ Σερήνου τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ οἰκονόμου τῆς αὐτῆς ἁγίας ἐκκλησίας παρὰ Αὐρηλίου Ὡρουωγχίου Κολλούθου μητρὸς Νόννας λεπτοκεραμέως ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐλαβείας ἐφʼ ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ νεομηνίας τοῦ Θὼθ μηνὸς τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος τὸ ὑπάρχον τῷ δικαίῳ τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἥμισυ μέρος ὁλοκλήρου οἰκίας οἵας ἐστὶν διαθέσεως σὺν καταγαίῳ καὶ χρηστηρίοις πᾶσι καὶ δικαίοις κατὰ κοινωνίαν ἐμοῦ ὑπὲρ τοῦ ὑπολοίπου ἡμίσους μέρους εἰς συμπλήρωσιν τῆς ὅλης οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως λιβὸς πρὸς οἴκησιν μου καὶ χρῆσιν, ἐνοικείου τοῦ αὐτοῦ ἡμίσους μέρους κατʼ ἔτος χρυσοῦ κερατίων τρίων ὅπερ ἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ ὁπόταν βουληθῆς ἔχειν παραδώσω σοι τὸ αὐτὸ ἥμισυ μέρος τῆς οἰκίας σὺν ταῖς ἐπικειμέναις θύραις καὶ κλεισὶ ἐν τῇ αὐτῇ ὄψει ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ὡρουώγχιος Κολλούθου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται Αὐρήλιος Πινουτίων Κύρου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Φοιβάμμων Ἀθανασίου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Κολλοῦθος Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Πινουτίωνος ἐγράφη Φαῶφι μηνὸς κβ ἰνδικτίονος ιδ μίσθωσις Ὡρουωγχίου Κολλούθου λεπτοκεραμέως …