Ancient Greek
P.Stras. 5 327
Documentary Papyri, P.Stras. 5 475
Not analysed yet
…τῆς αὐτῆς ἁγίας ἐκκλησίας παρὰ ……Φοιβάμμωνος ἑξῆς ὑπογράφοντος ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἐκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐλαβείας ἐπὶ διετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης δευτέρας ἰνδικτίονος τὴν ὑπάρχουσαν τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ ἄρουραν μίαν ἀπὸ ἀρουρῶν δύο λεγομένων Τω…νου διακειμένων ἐν τόπῳ λεγομένῳ Πλοιω πεδίων κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου ταύτης κατʼ ἔτος σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν ὀκτὼ ,ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον ἀποδώσω καὶ μετρήσω σοι μέτρῳ Ἀθηναίῳ τῷ Ἐπεὶφ μηνὶ καιρῷ συνκομιδῆς καρπῶν ἀνυπερθέτως καὶ ἀποκαθιστάνομαι τὸν αὐτὸν φόρον εἰς τὸν θησαυρὸν τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα …Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μεμίσθωμαι ὡς πρόκειται …ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου ……Σεργιανὸς Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Ἰωάννου …ἐγράφη …