Ancient Greek
P.Stras. 5 476
Documentary Papyri, P.Stras. 5 476
Not analysed yet
……ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐλαβείας ἐπὶ …ετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ εἰσιούσης …ἰνδικτίονος καὶ αὐτῆς τὰ ὑπαρχούσας τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ σπορίμης γῆς ἀρούρας …ἀπὸ ἀρουρῶν δέκα διακειμένων ἐν πεδιάδι κώμης …τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρώμεθα, φόρου ἑκάστης ἀρούρας ἐν συμβρόχῳ καὶ ἀβρόχῳ κατʼ ἔτος σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν …ἢ ἀλλότριοι ἐσόμεθα τῆς ταύτης …φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ …ἀποδώσομεν καὶ μετρήσομέν σοι ἐν τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως καὶ ἀποκαταστήσομεν τὸν αὐτὸν φόρον εἰς τὴν αὐτὴν ἁγίαν ἐκκλησίαν ἐν Ἑρμουπόλει ἰδίοις ἡμῶν ζῴοις καὶ ἀναλώμασιν. παρέξομεν δὲ κατʼ ἔτος σταχύων δέματα …ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν Αὐρήλιοι Πινουτίων Ἀλῆτος καὶ Θέων ἀδελφὸς μεμισθώμεθα ὡς πρόκειται …ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων