Ancient Greek
555.1dupl.1 to 555.2dupl.19
Documentary Papyri, P.Stras. 6 555.1dupl.1-555.2dupl.19
Not analysed yet
…Αὐρήλιοι Νειλάμμων ὁ καὶ Ἱέραξ καὶ Ἑρμείας ἀμφότεροι βουλευταὶ τῆς λαμπροτάτης Ἑρμοῦ πόλεως υἱοὶ Ἑρμείνου τοῦ καὶ Ἰουλιανοῦ γενομένου βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀναγραφόμενοι ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου καὶ ἡ ἀδελφὴ τῶν δύο ἀδελφῶν Αὐρηλία Ἰσιδώρα εἰδυῖα γράμματα χρηματίζουσα χωρὶς κυρίου τέκνων δικαίῳ κατὰ τοὺς νόμους συνεστῶτός μοι τοῦ ἀνδρός μου Αὐρηλίου Ἑρμίου τοῦ καὶ Ὀλυμπίου ἐξηγητοῦ ἀγορανόμου βουλευτοῦ Ἑρμοῦ πόλεως οἱ τρεῖς ἀλλήλοις χαίρειν. ὁμολογοῦμεν καὶ νῦν διῃρῆσθαι πρὸς ἀλλήλους κυριευτικῶς ἑκουσίως καὶ αὐθαιρέτως καὶ ἀμετανοήτως ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας ἡμῖν ἐξ ἴσου τῆς μάμμης ἡμῶν κατὰ πατέρα Αὐρηλίας Ἀκυλινῆς Εὐδαίμονος γενομένου βουλευτοῦ τῆς αὐτῆς Ἑρμοῦ πόλεως τετελευτηκυίας ἀτέκνου ἀδιαθέτου ἐφʼ ἡμῖν μόνοις κληρονόμοις περὶ Τεμενκύρκιν Ποιμένων ἐκ τοῦ Μενελάου κλήρου παραδείσου ἄρουραν μίαν καὶ κατοικικῆς γῆς ἄλλην ἄρουραν μίαν ἥμισυ ἐκ νότου τοῦ παραδείσου καὶ λελογχέναι ὁμοίως κυριευτικῶς τὴν μὲν Ἰσιδώραν ἐπὶ τῆς λιβικῆς κεφαλῆς τοῦ τε παραδείσου καὶ τῆς γῆς ἐφʼ ὅσον παρατείνουσι νότον ἐπὶ βορρᾶ τὸ κατʼ αὐτὴν τρίτον μέρος τὸν δὲ Νειλάμμωνα ἐχόμενα ταύτης ὁμοίως τὸ κατʼ αὐτὸν τρίτον μέρος καὶ ἐξ ἀπηλιώτου τούτων τὸν Ἑρμίαν λελογχέναι τὸ ἕτερον τρίτον μέρος κοινῶν ὄντων ἐξ ἴσου κατὰ τὸ τρίτον τῶν νῦν ἐνόντων ἐρικίνων φυτῶν καὶ ἀκανθίων καὶ ἀσαμίνθου συνερευκυίας καὶ λάκκου κεχωσμένου. γείτονες τῶν ὅλων νότου ἕτερα ἡμῶν κοινὰ ἐδάφη βορρᾶ διῶρυξ ἐν ᾗ ὁ κεχωσμένος λάκκος λιβὸς χώριον ἀμπελικὸν πρότερον κληρονόμων Ἀνουβίωνος Ἀντινοέως νυνὶ τοῦ προκειμένου Ἑρμίου τοῦ τοῦ καὶ Ὀλυμπίου ἀπηλιώτου πρὸς μὲν τὸν νότον ἐδάφη ἡμῶν πρὸς δὲ τὸν βορρᾶν Δομιττίου καὶ Κυριλλοῦτος. ἕκαστον οὖν ἡμῶν καὶ τοὺς παρʼ αὐτοῦ μεταπαραλημψομένους κρατεῖν καὶ κυριεύειν ἐντεῦθεν οὗ ἔλαχεν ὡς πρόκειται ἴδιου μέρους τοῦ δὲ παραδείσου καὶ τῆς ψιλῆς γῆς καὶ χρᾶσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἰρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον μὴ ἐπελεύσεσθαι ἡμᾶς μηδʼ ἄλλον ὑπὲρ ἡμῶν ἐφʼ ἡμᾶς μηδʼ ἐπὶ τοὺς παρʼ ἀλλήλων περὶ μηδενὸς τῆσδε τῆς διαιρέσεως τρόπῳ μηδενί. ἐὰν δὲ ἐπέλθωμεν ἡ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσομεν ἢ ὁ ὑπὲρ ἡμῶν ἐπελευσόμενος ἡμῖν ἢ τοῖς παρʼ ἀλλήλων τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν συντίμησιν καὶ εἰς δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ διαίρεσις κυρία