Ancient Greek
555.2dupl.20 to 555.2dupl.25
Documentary Papyri, P.Stras. 6 555.2dupl.20-25
Not analysed yet
ἑξασσὴ γραφεῖσα ὁμότυπος πρὸς τὸ παρʼ ἑκάστῳ εἶναι δισσὴν ἧς καὶ τῇ ἐσομένῃ δημοσιώσει ἐντεῦθεν εὐδοκοῦμεν. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Φαῶφι ι Αὐρήλιος Νειλάμμων ὁ καὶ Ἱέραξ βουλευτὴς διῄρημαι καὶ ἔλαχον κυριευτικῶς καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις Αὐρήλιος Ἑρμίας Ἑρμίου διῄρημαι καὶ ἔλαχον κυριευτικῶς καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις Αὐρηλία Ἰσιδώρα Ἑρμείου διῄρημαι καὶ ἔλαχον κυριευτικῶς καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις Αὐρήλιος Ἑρμείας συμπάρειμι τῇ συμβίῳ μου