Ancient Greek
P.Tarich. 10
Documentary Papyri, P.Tarich. 10
Not analysed yet
Ἀργείωι ἐπιμελητῆι παρὰ Ἀμεννέως τοῦ Ὥρου καὶ Ὀννώφριος τοῦ Τεῶτος ταριχευτῶν τῶν ἐκ Τάνεως. Ψενεφμοῦτος τοῦ Παῶτος ταριχευτοῦ τῶν ἐν Φιλαδελφείαι τοῦ Ἀρσινοίτου νομοῦ ἀναληφθέντων τῶν ὑπαρχόντων διὰ τὸ ἀναιρεθῆναι αὐτὸν ἐν τοῖς ἀποστάταις συνγενοῦς οὐδενὸς ὑπάρξαντος αὐτῶι, ἔτι δὲ ὑπάρχοντος αὐτῶι ἀπράτου γέρως ἐν ταῖς ταριχίαις, καθότι εἴθισται, ἔτι καὶ νῦν τοῦτο ἐν ἀπράτοις ἐστίν. τοῦτο δὲ τὸ γέρας καρπίζονται Ἀβῦχις τε καὶ Κελεχὼν καὶ Πᾶσις ταριχευταὶ τῆς αὐτῆς κώμης ἀπὸ τοῦ β ἔτους. ὑφιστάμεθα οὖν τάξεσθαι τούτου εἰς τὸ βασιλικὸν παραχρῆμα χαλκοῦ τάλαντον α ὃ διαγράψομεν ἐπὶ τὴν βασιλικὴν τράπεζαν, ἐάν σοι φαίνηται κυρῶ σαι τοῦτο ἡμῖν ἐπὶ τούτοις. εὐτύχει …ἐπὶ τούτοις …τωι