Ancient Greek
P.Tarich. 9 b
Documentary Papyri, P.Tarich. 9b
Not analysed yet
……ἐνέστηκέν μοι ἐφ’ ὑμῶν ἐπίσκεψις περὶ βασιλικῶν πρὸς Ἀβῦκιν καὶ Κελεχῶντα καὶ Πᾶσιν ταριχευτὰς τῶν ἐκ Φιλαδελφείας, εἰς δὲ ταύτην χρεία μοί ἐστιν προσκληθῆναι εἰς ἐπερώτησιν Φανῆσιν κωμογραμματέα Φιλαδελφείας, ὑπὲρ οὗ καὶ πρότερον ἐγράψατε Δημητρίωι τῶι πρὸς τῆι δωρεᾶι, καὶ Αὖγχιν μητέρα Ἀβύκιος ἑνὸς τῶν ἐγκεκλημένων διὰ τὸ ἐπηκολουθηκέναι τοῖς κατὰ τὴν διαίρεσιν τοῦ γέρως, ὑπὲρ οὗ ἐμφανίζω, ἣ κατοικεῖ ἐν Τάνει, καὶ Μαρρῆν Πετοσίριος καὶ Ὧρον Πατώμεοις καὶ Φανείθην Ὥρου ταριχευτάς, οἳ μετοικοῦσιν ἀπὸ Μοιεθύμει τοῦ Μεμφίτου, διὰ τὸ καὶ τούτους ἐπηκολουθηκέναι τῆι διαιρέσει τοῦ αὐτοῦ γέρως καὶ τοῖς ἀπενηνεγμένοις ἐξ αὐτοῦ. τούτων ἐμπεφανισμένων ἀξιῶ ὑμᾶς, ἐὰν φαίνηται, γράψαι Δημητρίωι …