Ancient Greek
P.Tarich. 7
Documentary Papyri, P.Tarich. 7
Not analysed yet
τοῖς χρηματισταῖς ὧν εἰσαγωγεὺς Δωσίθεος παρὰ Ἀμεννέως καὶ Ὀννώφριος ταριχευτῶν Τάνεως τῆς Ἡρακλείδου μερίδος. ἐπεδώκαμεν ὑπόμνημα Πρωτάρχωι τῶν φίλων τοῦ ις ἔτους Φαμενώθ, ὃ ἀνεπέμφθη ἐπὶ τοὺς πρὸ ὑμῶν χρηματιστάς. τῆς δὲ καταστάσεως γενομένης κατὰ Ἀβύχιος καὶ Κελεχῶντος καὶ Πάσιτος ταριχευτῶν Φιλαδελφείας ἐγκαλοῦντες αὐτοῖς περὶ γέρως Ψενεμοῦτος τοῦ Παῶτος ταριχευτοῦ πεσόντος ἐν τῆι ταραχῆι α… ε…θεν… αὐτῶι …ἐπεδώκαμεν Βάκχωντι τῶι γενομένωι διοικητῆι περὶ τῶν αὐ- τῶν, ἔγραψεν Ἀργείωι τῶι ἐπιμελητῆι …συνταξ… βασιλικῶι γραμματεῖ ἐπισκεψάμενον ἀνενέγκαι. ἐπεὶ οὖν …ἀναφορας ἔλαβεν πάρεσμεν δὲ καθότι γράφει ὑμῖν Ἀπολλώνιος ὁ διοικητής διεξαγαγ…ς. ἀξιοῦμεν διεξαγαγεῖν ἀκολούθωςκαὶ τὰ παρὰ τοῦ Πετοσίριος τοῦ βασιλικοῦ γραμματέως γράμματα μεταπεμφθῆναι. εὐτυχεῖτε …