Ancient Greek
P.Tarich. 8
Documentary Papyri, P.Tarich. 8
Not analysed yet
τοῖς τὰ βασιλικὰ καὶ προσοδικὰ κρίνουσιν χρηματισταῖς ὧν εἰσαγωγεὺς Διονύσιος παρὰ Ὀννώφριος τοῦ Τεῶτος ταριχευτοῦ τῶν ἐκ Τάνεως τῆς Ἡρακλείδου μερίδος τοῦ συνεμφανίσαντος Ἀμεννεῖ τῶι Ὥρου ὑπὲρ τοῦ ἐπιδεδωκέναι ἡμᾶς ὑπόμνημα Ἀπολλωνίωι τῶι διοικητῆι …κατὰ Ἀβύχιος τοῦ Ὥρου καὶ Κεχώνσιος τοῦ Πάσιτος καὶ Πάσιτος Ψενεμοῦτος ταριχευτῶν τῶν ἐκ Φιλαδελφείας δεῖν ἀναλημφθῆναι εἰς τὸ βασιλικὸν γέρας ὃ ἦν ἐν ταῖς ἐν Φιλαδελφείαι ταριχείαις Ψενεφμοῦτος τοῦ Παῶτος πεσόντος ἐν τῆι ταραχῆι ὃς κατεγίνετο ἐν Φιλαδελφείαι, τῆι δὲ β τοῦ Ἁθὺρ τοῦ κα ἔτους ……μου ἐφ’ ὑμᾶς ὑπὸ Ποσειδωνίου τοῦ ἀρχιφυλακίτου καθότι ἐπ… ἐπ…κ…ατε καὶ χειρογραφήσαντός μου ἔσεσθαι ἐμφανῆ κατὰ τὴν …μένην κατάστασιν. ἐπεὶ οὖν οἱ α… …ἀπολελυμένοι εἰσὶν διὰ τὸ εἶναι αὐτοὺς …ε… κατὰ τὴν παρ…νίδου ἐπιστολὴν ἕως λ τοῦ Ἁθὺρ, οἱ προγεγραμμένοι …καρπίζονται τὰς καρπείας τοῦ γέρως παρὰ τὸ καθῆκον, ἃ ἔδει αὐτοὺς πραχθῆναι εἰς τὸ βασιλικὸν. ἀξιῶ οὖν ὑμᾶς συντάξαι Διονυσίωι τῶι εἰσαγωγεῖ, ὅπως γράψηι Μαρρῆι τῶι προφήτηι τοῦ Σούχου κατεγγυῆσαι τὰς γινομένας καρπείας τοῦ προγεγραμμένου γέρως ἕως τοῦ ὑμᾶς τὴν περὶ τούτων ἐπίσκεψιν ποιήσασθαι. τούτων δὲ γενομένων οὐθὲν τῶν εἰς τὸ βασιλικὸν χρησίμων παραλειφθήσεται. εὐτυχεῖτε. …οιτε καὶ αμ… δ…εξ… γενέσθαι