Ancient Greek
105.r.19 to 105.r.40
Documentary Papyri, P.Tebt. 1 105.r.19-40
Not analysed yet
Πτολεμαῖος πᾶσαν τὴν ἐν τῶι κλήρωι χέρσον πλὴν τῆς γειτνιώσης τῆι Θοώνιος καὶ Παυσίριος γῆι ἐκ τοῦ ἰδίου, τοῦ Ὡρίωνος τελοῦντος αὐτῶι εἰς τὴν χερσοκοπίαν χαλκοῦ τάλαντα τέσσαρα καὶ δραχμὰς τρισχιλίας ἀναπόδοτα, ἀφʼ ὧν ἔχει ὁ Πτολεμαῖος παραχρῆμα τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας ,τὰ δὲ λοιπὰ τάλαντα δύο προσλήψεται ἐν ἔτεσι δυσὶ ἀπὸ τοῦ προκειμένου πεντεκαιδεκάτου τοῦ καὶ δωδεκάτου ἔτους κατʼ ἔτος ἐν μηνὶ Παχὼν χαλκοῦ τάλαντον ἕν ,καὶ ἀναπαύσει Πτολεμαῖος κατʼ ἔτος ἀπὸ τοῦ δευτέρου ἔτους τῆς μισθώσεως τοῦ κλήρου τὸ ἥμισυ γένεσιν οἷς ἐὰν αἱρῆται πλὴν ἐλαικῶν φορτίων, καὶ τελέσει κατʼ ἔτος πάντα τὰ ἐσόμενα ἐπὶ τῆι ἅλῳ ἀνηλώματα καὶ λογευτικὰ πυρῶν ἀρτάβας τρεῖς ἐκ τοῦ ἰδίου. καὶ τοῦ κατὰ τὴν μίσθωσιν χρόνου διελθόντος παραδειξάτω Πτολεμαῖος τὴν γῆν …τρημένην καὶ ὡμαλισμένην καὶ κεχωματισμένην καὶ καθαρὰν ἀπὸ θρύου καλάμου ἀγρώστεως τῆς ἄλλης δείσης πλὴν τῆς προειρημένης χέρσου. ἐὰν δὲ Πτολεμαῖος αἱρῆται χερσοκοπῆσαι ὅλην τὴν γῆν ἐν τῶι δευτέρωι ἔτει δότω Ὡρίων αὐτῶι τὰ προκείμενα χαλκοῦ τάλαντα δύο ἐν τῶι Παχὼν μηνὶ τοῦ πεντεκαιδεκάτου τοῦ καὶ δωδεκάτου ἔτους. βεβαιώτω δὲ Ὡρίων Πτολεμαίωι καὶ τοῖς παρʼ αὐτοῦ τὴν μίσθωσιν καὶ τὰ ἐκ τῆς γῆς γενήματα ἐκκαρπίσασθαι ἐπὶ τοῖς διηγορευμένοις τὸν συγγεγραμμένον χρόνον καὶ ὃν ἂν δέηι ἐπὶ τούτωι, καὶ μὴ ἐξέστω αὐτῶι ἑτέροις μεταμισθοῦν μηδʼ ἐγβάλλειν τὸν Πτολεμαῖον πρὸ τοῦ χρόνου μηδὲ κωλύειν μηδὲ τοὺς παρʼ αὐτοῦ κατεργαζομένους τὴν γῆν μηδὲ ποτίζοντας κατʼ ἔτος τὸν σπόρον εἰς φύλλον, ἀλλὰ καὶ ἀποδότω Πτολεμαίωι ἐν τῶι διωρισμένωι χρόνωι τὰ εἰς τὴν χερσοκοπίαν λοιπὰ χαλκοῦ τάλαντα δύο καθότι πρόκειται. ἐὰν δὲ αὐτοὺς μὴ βεβαιοῖ καθὰ γέγραπται ἢ ἄλλο τι παρασυγγραφῆι τῶν προγεγραμμένων ἀποτεισάτω Ὡρίων Πτολεμαίῳ ἐπίτιμον χαλκοῦ τάλαντα τριάκοντα καὶ τοῦ μὴ ἀποδοῦναι τὸν εἰς τὴν χερσοκοπίαν χαλκὸν ἡμιόλιον καὶ τὸ βλάβος καὶ μηθὲν ἧσσον ἡ μίσθωσις κυρία ἔστω, οἱ δ’ ἀντεξάγοντες τὸν εἰσβιαζόμενον εἰς τὴν γῆν καὶ αὐτὸς Πτολεμαῖος καὶ οἱ παρʼ αὐτοῦ ἀνυπεύθυνοι ἔστωσαν παντὸς ἐπιτίμου καὶ πάσης ζημίας. βεβαιουμένης δὲ τῆς μισθώσεως τήν τε γῆν κατεργασάσθω Πτολεμαῖος καὶ ἀναπαυσάτω κατʼ ἔτος τὸ ἥμισυ καὶ μὴ ἐξέστω αὐτῶι ἀλλοτριοῦν …τὴν μίσθωσιν. τὸ δὲ διασεσαφημένον ἐκφόριον κατʼ ἔτος ἀποδότω Πτολεμαῖος Ὡρίωνι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Παῦνι ἀποδιδοὺς πυρὸν νέον καθαρὸν ἄδολον ἀπὸ πάντων μέτρωι ἑξαχοινίκωι δρόμου τοῦ ἐν τῆι προγεγραμμένηι