Ancient Greek
105.r.41 to 105.r.62
Documentary Papyri, P.Tebt. 1 105.r.41-62
Not analysed yet
κώμηι Σουχιείου μετρήσει δικαίαι καταστήσας εἰς τὴν αὐτὴν πρὸς Ὡρίωνα οὗ ἄν συντάσσηι ἐν τῆι αὐτῆι κώμηι τοῖς ἰδίοις ἀνηλώμασιν. καὶ τοῦ κατὰ τὴν μίσθωσιν χρόνου διελθόντος παραδειξάτω Πτολεμαῖος τὴν γῆν καθαρὰν καθότι πρόκειται. ἐὰν δὲ μὴ ἀποδῷ καθὰ γέγραπται ἢ ἄλλο τι παρασυγγραφῆι τῶν προγεγραμμένων ἀποτείσατω Πτολεμαῖος Ὡρίωνι παραχρῆμα τοῦ μὲν ἐγλιπεῖν τὴν μίσθωσιν ἐπίτιμον χαλκοῦ τάλαντα τριάκοντα καὶ τὸ βλάβος καὶ τοῦ μὴ ἀναπαῦσαι τὴν γῆν κατʼ ἔτος ἐπίτιμον πυρῶν ἀρτάβας δέκα ἐκτὸς τῶν ἐκφορίων καὶ τοῦ μὴ παραδοῦναι τὴν γῆν καθαρὰν ἐπίτιμον χαλκοῦ τάλαντα δέκα καὶ τοῦ …τρ… ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας ἢ τὴν ἐσομένην πλείστην τιμὴν ἐν τῆι αὐτῆι κώμηι, καὶ τῶν τε καρπῶν καὶ τῶν γενημάτων κατʼ ἔτος κυριευέτω Ὡρίων ἕως ἂν τὰ ἑαυτοῦ ἐκφόρια ἐκ πλήρους κομίσηται καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὴν μίσθωσιν συντελεσθῆι. ἐὰν δέ τι πραχθῆι Πτολεμαῖος ὑπὲρ τοῦ κατεσχημένου Μάρωνος ἢ Ὡρίωνος εἰς τὸ βασιλικὸν ἢ ἄλλην τινὰ εἰσφορὰν …ας σύμβολα ὁμόλογα ὑπολογείτω ἐπὶ τῶι ἐκ τῶν ἐκφορίων, ἐὰν δὲ μὴ ἐκποιῆι ὥστε κομίσασθαι προσαποδότω αὐτῶι Ὡρίων, ἐὰν δὲ μὴ ἀποδῷ καθὰ γέγραπται ἐξέστω Πτολεμαίωι ἐὰν τε βούληται πρᾶξαι αὐτόν, ἐὰν τε αἱρῆται ἐπιγεωργεῖν τὸν κλῆρον τῶν αὐτῶν ἐκφορίων εἰς τὸν μετὰ ταῦτα τῆς μισθώσεως χρόνον ἕως ἂν τὰ ἑαυτοῦ ἐκ πλήρους κομίσηται μετὰ τῶν καθηκόντων …ἡ συγγραφὴ κυρία. μάρτυρες Τιμόστρατος Σαραπίωνος Μακεδὼν τῶν κατοίκων ἱππέων Τήρης Πτολεμαίου Ἕρμων …η…του…ιχ… Πάτρων Πτολεμαίου Ἡράκλειος Σαραπίωνος οἱ πέντε Μακεδόνες τῆς ἐπιγονῆς. συγγραφοφύλαξ Τιμόστρατος. Πτολεμαῖος ὃς καὶ Πετεσοῦχος Ἀπολλωνίου τοῦ καὶ Ἁρυώτου Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ μεμισθῶσθαι τὸν ὑπάρχοντα τῷ Μάρωνι κλῆρον εἰς ἔτη πέντε ἀπὸ τοῦ πεντεκαιδεκάτου τοῦ καὶ δωδεκάτου ἔτους ἐκφορίου τοῦ παντὸς καθʼ ἔτος ἕκαστον πυρῶν ἀρταβῶν ἑκατὸν εἴκοσι καὶ ἔχω εἰς τὴν τοῦ κλήρου χερσοκοπίαν παραχρῆμα τὰ δύο τάλαντα καὶ τὰς τρισχιλίας δραχμὰς τοῦ χαλκοῦ, καὶ προσλαβόντος μου ἄλλα …τάλαντα δύο παραδώσω τὸν κλῆρον κεχερσοκοπημένον καὶ ὡμαλισμένον καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως τῆς ἄλλης δείσης πλὴν τῆς γειτνιώσης Θοώνιος καὶ Παυσίριος γῇ χέρσου, καὶ τὰ ἄλλα συνχωρῶ καθότι προγέγραπται, καὶ τέθειμαι τὴν συγγραφὴν κύριαν παρὰ Τιμοστράτωι.